Ancient Greek · ~22 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.30.1
Not analysed yet
Ἐὰν <δὲ> ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον 30 αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ Μόμου (18, 15[—18]). Ὁ μὲν ἐπερειςάμενος τῇ λέξει <καὶ Τὴν> ὑπερβάλλουσαν τοῦ Ἱησοῦ φιλ- ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισςὸν ποίησουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ Οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ- Τόνων <μόνων> ἁμαρτημάτων ταῦτα Χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδό- μενος καὶ μὴ ἔξωθεν προσυπα- κούειν θέλων ταῦτα μὴ περὶ παν- τὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἀμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ’ (εἰ ἄρα) ἀδελφὸς ἀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστοος· »ἐὰν [δέ] τις ἀδελφὸς ἀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνε- Σθίειν«. Οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεο- νέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο- κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα »ἀδελ- φὸς ὀνομαζόμενος« ἀλλ’ οὐκ ἀδελ- Φὸς ἐνδίκως ἂν λέγοιτο. ὥσ περ οὖν Φανταςίᾳ τῆς εἰς ὐπερβολὴν Κ<χρηστό- Τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς Παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος Λέγων τὰ τοιαῦτα εἰρῆσθαι, Κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα- Κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι- κούτων, Οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν Διαστειλάμενος ἀπὸ τοῦ ἀνομαζο- Μένου ἀδελφοῦ Διδάξαι ἂν τὸν ἐπ’ ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι- Στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς »μὴ πρὸς θάνα- τον« ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ Νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ Δόξαι ἂν ὠμότερον τυγχάνειν. Οὐ Γὰρ οἶμαι ταχέως εὑπεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’ εἰπεῖν λοιδορίᾳ (καθ’ ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυ- σιώσει ἢ πολυποςίᾳ ἢ λόγῳ ψευδεῖ καὶ ἀργῷ, ἤ τινι Τῶν ἐν τοῖς πολλοῖς. Ζητήσεις οὖν, μήποτε λανθά- Νει τις κατὰ τὸν τόπον τήρησις καὶ Τοὺς φανταςίᾳ τῆς τοῦ λόγου χρη- Στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι- κόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι <καὶ διὰ τοῦ- Το εὐξέως> ὡς ἐθνικὸν καὶ τελώνην Τὸν μετὰ <τὸ ἐλεγχθῆναι δὶς ἢ> τρὶς Τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκληςίας. Τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν Μοι φαίνεται· τὸ ἐκέρδησας τὸν ἐδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού- σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον Πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά- λογον τῷ ἐκέρδησας τὸν ἀδελ- φόν σου δεχθηςόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. Οὐ Πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. Καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ- δησας τὸν ἀδελφόν σου· τῷ δὲ Δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ- Κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, πα- Ράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ Δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται Πᾶν ῥῆμα. Τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ- ρων ἔσται τῷ τὸ δεύτερον νουθε- τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. Καὶ πάλιν ἐὰν παρακούσῃ αὐ- τῶν, δῆλον δ᾿ ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ᾿ ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νονθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς] τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ᾿ ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τούτων παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ »μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« <καὶ τὸ »μὴ πρὸ καιροῦ τι κρίνετε>, ἔως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ »οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων«. καὶ γὰρ εἴπερ δεῖ »τοὺς πάντας ἡμᾶς« παραστῆναι »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«, χρὴ ὅση δύναμις τὰ παρ᾿ αὑτὸν ποιεῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν· φιλοτιμητέον δὲ περὶ πλειόνων εὐτοιιῶν μισθὸν κομίσασθαι. ἐπὶ »ᾧ μέτρῳ« μετροῦμεν. »ἀντιμετρηθήσεται« ἡμῖν καὶ »κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται« ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα, <ἔστι δὲ> ὅταν μὴ [καὶ] »κατὰ τὰ ἔργα τῶν χειρῶν« τινι ἀποδιδωῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, »ἐδέξατο ἐκ χειρὸς κυρίου διπλὰ τὰ ἁμαρτήματα αὐτῆς«, οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ᾿ ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· »ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλαςίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδιςάν σε, κύριε«. καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰσόμεθα ὅτι λυσιτελεῖ μεθ᾿ ὁποσαοῦν ἁμαρτήματα μετανοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειόνων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγαθῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένον ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τηροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.