Ancient Greek · ~13 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.4.1
Not analysed yet
Ἐπεὶ δὲ νῦν οὐ περὶ πάντων, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τροπολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸ πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὀτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ᾿ ὑπ᾿ αὐτοῦ τοῦ Ἰησοῦ. καὶ γὰρ εὔλογον· εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλακία, ἃς ἐθεράπευσεν ὁ σωτὴρ ἡμῶν centurio pro puero suo, regulus pro filio, archisynagogus pro filia, Chananaea pro filia sua vexata, et nunc qui genibus <pro>volvitur pro filio suo lunatico. cum his considerabis et illud, quando a semetipso salvator etiam a nullo rogatus sanat, sicut paralyticum eum qui triginta et octo annos in infirmitate habebat. ipsae enim salvationes ad alterutrum in idipsum conparatae et discussae multa eis, qui possunt audire absconditam »in mysterio« sapientiam dei, dogmata demonstrabunt de differentiis infirmitatum animae et de modo salvationis eius. τότε »ἐν τῷ λαῷ«, ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξετασθῆναι δεήσει τὰ περὶ τοῦ σεληωιαζομένου. ἔστι δὲ τὸ πάθος τοῦτο ἐκ διαλειμμάτων ἀξιολόγων ἐπιτιθέμενον τοῖς πάσχουσιν. ἐν οἶς οὐδὲν διαφέρειν δοκεῖ ὑγιαίνοντος ὁ πεπονθὼς αὐτὸ παρὰ τὸν καιρὸν τοῦ μὴ ἐνεργεῖν <εἰς> αὐτὸν τὴν ἐπίληψιν. τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς. εἶτ᾿ ἔσθ᾿ ὅτε ὡσπερεὶ ἐπιληψίᾳ Τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανομένας Καὶ καταπιττούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας. Τάχα οὖν Οὐκ ἂν άνμάρτοις λέγων τοὺς τοιούτους (ἵν᾿ οὕτως εἴπω) πνευματικῶς Σεληνιάζεσθαι. Καταβαλλομένους ὑπὸ Τῶν »ἐν τοῖς ἐπουρανίοις« πνευματικῶν »τῆς πονηρίας«, καὶ κακῶς ἔχειν πολλάκις παρὰ τὸν καιρὸν τῶν ἐπιλαμβανομένων τῆς ψυχῆς αὐτῶν παθῶν· πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώσεων, ὅτε γίνονται (κατὰ τὰ λεγόμενα |ἐν τῷ Ὠσηὲ) »οἱ μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός«, ποτὲ δὲ εἰς <τὸ> ὕδωρ. ὅτε »ὁ Βασιλεὺς πάντων τῶν ἐν τοῖς ὔδασι« Δοάκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς <τὰ> βάθη τῶν κυμάτων τῆς θαλάσσης ἥκειν τοῦ τῶν ἀνθρώπων βίου. συμβαλεῖται δὲ ἡμῖν τῇ τοιαύτῃ περὶ τοῦ σεληνιαζομένου διηγήσει ὁ λέγων ἐν τῇ Σοφίᾳ περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότος· »διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία«, περὶ δὲ τῶν ἀποδεδομένων· »ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται«. καὶ ὁρμὰς ***συναρπάσαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐπιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἄν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς ἤ παρ᾿ ὀλίγον πανσέληνον. ἴδοις δ᾿ ἄν πάλιν μειούμενον τὸ δόξαν εἶαν ἐν αὐτοῖς φῶς, καὶ φῶς νυκτερινὸν τυγχάνον ἀλλὰ καὶ φῶς νυκτερινὸν <καὶ σεληνιακὸν> καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ <τὸ> δοκοῦν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ δὲ οἱ πρῶτοι θέμενοι τὰ ὀνόματα τοῖς πράγμασι διὰ τοιοῦτόν τι ὠνόμασαν τὸ τῆς ἐπιληψίας πάθος σεληνιασμὸν ἤ μή, καὶ αὐτὸς ἐπιστήσεις.