Ancient Greek · ~6 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.5
Not analysed yet
Πατὴρ δὲ τοῦ σεληνιαζομένου τάχα ὁ λαχὼν αὐτὸν ἄγγελος (εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυχὴν Χὴν ὑπὸ τινι τετάχθαι ἀγγέλῳ <ὡς ὑπό τινωι πατρί>), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψθχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα μὴ δυνηθέντα ἵνα τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς Μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ μάθους. Πνεῦμα δὲ »ἄλαλον καὶ κωφόν«<,εἰ> Τροπολογητέον, <λεκτέο> τὰςἀλόγους καὶ πρὸς τὸ δοκοῦν Καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, ἴωα ἃ τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἄλόγως κατὰ <τὸ λοιπόν, κατὰ> δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας. <δυσίατον δὲ τοῦτο τὸ πάθος καὶ ἰσχυρόν, δοκοῦν καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς Τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταυτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ τάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. ἔστι δὲ ἡ ππασα πίστις παραβαλλομέηνη κόκκῳ σινάπεως. >ἐκ τούτου καὶ ὁ Παῦλος ὡρμημένο εἶπεν· »ἐὰν ἔχω πάσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν«. οὐ γὰρ ἕν μόνον ὄρος, ἀλλὰ καὶ τά ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων πάσαν τὴν πίστιν· ἥτις ἐστὶν ὡς κόκκος σινάπεως. ἐπεὶ ἐξουθενεῖται μεν ἡ πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα δὲ γῆς ἀγαθῆς (τουτέστι ψυκῆς τὸ ,τοιοῦτον σπέρμα παραδέξασθαι καλῶς δυναμένης) »γίνεται δένδρον μέγα, ὥστε« οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς »πύνασθαι τοῦ οὐρανοῦ« κατασκηνοῦν δύνασθαι »ἐν τοῖς κλάδοις« τῆς τοιαύτης πίστεως.