Ancient Greek · ~13 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.6.1
Not analysed yet
Ἤδη οὖν παραστῶμεν καὶ τῇ λέξει καὶ ζητήσωμεν πρότερον. πῶς σεληνιάζεσθαι λέγεται ὁ ὑπό τινος πνεύματος ἀκαθάρτου καὶ κωφοῦ καὶ ἀλάλου σκοτούμενος ακὶ καταβαλλόμενος, καὶ διὰ τί παρώνυμόν ἐστι τὸ σεληνιάζεσθαι ἀπὸ τοῦ μεγάλου ἐν οὐρανῷ καὶ δευτέρου μετὰ τὸν ἥλιν φωστῆρος, ὃν ἔταξεν »ὁ θεὸς« »εἰς ἀρχὰς τῆς νυκτός«. ἰατροί μὲν οὖν φυσιολογείτωσαν. ἅτε μηδὲ ἀκάθαρτον πνεῦμα εἶναι νομίζοντες κατὰ τὸν τόπον ἀλλὰ σωματικόν <τι> σύμπτωμα, καὶ φυσιολογοῦντες τὰ ὑγρὰ λεγέτωσαν κινεῖσθαι τὰ ἐν τῇ κεφαλῇ κατά τινα συμπάθειαν τὴν πρὸς τὸ σεληνιακὸν φῶς, ὑγρὰν ἔχον φύσιν. ἡμεῖς δὲ οἱ καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσομεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία οὐρανὸν τὸ στόμα αὐτῶν«, τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπιτηρεῖ τινας σχηματισμοὺς τῆς σελήνης καὶ οὕτως ἐνεργεῖ, ἵν’ ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ »τὸ ἄλαλον καὶ κωφὸν« λαμβάνειν δαιμόνιον, ἀλλὰ ὁ μέγας ἐν ουρανῷ φωστήρ, ὁ τεταγμένος »εἰς ἀρχὰς τῆς νυκτὸς« καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου. καὶ »ἀδικίαν γε εἰς τὸ ὕψος« λαλοῦσι πάντες ὅσοι παρὰ τὴν τῶν ἄστρων σχέσιν φασὶν εἶναι τὴν αἰτίαν πάντων τῶν ἐπὶ γῆς (εἴτε καθολικῶν μάτων· καὶ οἱ τοιοῦτοί γε ἀληθῶς »ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν«, κακοποιούς τινας λέγοντες εἶναι τῶν ἀστέρων καὶ ἄλλους ἀγθοποιούς, οὐδενὸς ἄστρου γενομένου ἑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται· »ἐκ στόματος κυρίου <οὐκ> ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν«. Εἰκὸς δὲ ὅτι, ὡσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνιασμὸν σμὸν πνεῦμαἀκάθαρτονἐπιτηρεῖ τοὺς γήσῃ εἰς τὸν διά τινας αἰτίας παραδιδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕτως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλλων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν »ἀδικίαν εἰς τὸ ὕψος« λαλούντων. ἔστι γοῦν ἀκοῦσαι τῶν γεωεθλιαλόγων, τὴν αἰτίαν πάσης μανίας καὶ παντὸς δαιμονισμοῦ ἀναφερόντων ἐπὶ τοὺς τῆς σελήνης σχηματισμούς. ὅτι μὲν οὖν οἱ τὸν καλούμενον σεληνιασμὸν πάσχοντες ἐνίοτε εἰς τὸ ὕδωρ πίπτουσι, δῆλόν ἐστιν· ὅτι δὲ καὶ εἰς τὸ πῦρ, σπανιώτερον μὲν πλὴν καὶ αὐτὸ συμβαῖνόν ἐστι. καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτε δὲ μετὰ νηστειῶν καὶ προσευχῶν καὶ πλειόνων καμάτων ἐπιτυγχάνειν. ζητήσεις δὲ εἰ, ὥσπερ ἐν τοῖς ἀνθρώποις, οὕτω καὶ ἐν τοῖς πνεύμασι τοιαῦτά <ἐστι> συμπτώματα, ὡς τινὰ μὲν αὐτῶν λαλεῖν τινὰ δὲ ἄλαλα εἶναι, καὶ τινὰ μὲν ἀκούειν ἕτερα δὲ κεκωφῶσθαι. εὑρεθήσεται γὰρ ὥσπερ ἐν αὐτοῖς ἡ αἰτία τοῦ εἶναι ἀκάθαρτα, οὕτως καὶ διὰ τὸ αὐτεξοὐσιον αὐτῶν καταδεδικάσθαι αὐτὰ τὸ εἶναι ἄλαλα καὶ κωφά. καί γὰρ ἀνθρώπων τινὲς τὴν τοιαύτην καταδίκην πείσονται, εἴ γε ἡ τοῦ προφήτου εὐχὴ ὡς πνεύματι ἁγίῳ εἰρημένη ἐπακουσθήσεται, ἐν ᾗ λέλεκται ἐπί τινων ἁμαρτωλῶν· »ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια«. οὕτω δὲ τάχα καὶ οἱ κακῶς χρησάμενοι ταῖς ἀκοαῖς καὶ παραδεξάμενοι ἀκοὴν ματαίαν κωφωθήσονται ὑπὸ τοῦ εἰπόντος· »τίς ἐποίησε δύσκωφον καὶ κωφόν; «ἵνα μὴ πλεῖον παραδέχωνται ἀκοὴν ματαίαν.