Ancient Greek · ~8 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.7
Not analysed yet
Ἐπεὶ δὲ εἶπεν ὁ σωτήρ· ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς ἡ κακία παρεισελήλυθε, παρὰ φύσιν γενομένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀν- θρώπων γένος διά τὴν κακίαν βαρούμενος καὶ τὴν μετ’ αὐτῶν διατριβὴν ὁ σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι: προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὠς κόκκον σφινάπεως, ἐρεῖτε τῷ ὄρει τούσινάπεως, ἐρεῖτε τῷ ὅρει τούτῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶο μεγάλῃ γεγενημένας ἀντικειμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις »τὴν πᾶσαν πίστιν«, ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὡστε λογισθῆναι τὴν πίστιν αὐτοῦ »εἰς δικαιοσύνην«. ἔχει »τὴν πᾶσαν πίστιν« ὡς κόκκον σινάπεως. εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ »τὸ ἄλαλον καὶ κωφὸν« ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦ- μα)· μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρωπου) <ἐκεῖ> (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μεταβήσεται. ὁ δὲ ἀπόστολος ἐντεῦθεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουςίας τὸ »καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν«· οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων »πᾶσαν τὴν πίστιν«, ἥτις ἐστὶν ὡς κόκκος σινάπεως· καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν᾿ εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχολεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μηδὲ ἐπερωτῶμεν μηδὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῶ πνεύματι, ἀλλὰ »σχολάζοντες προσευχῇ καὶ νηστείᾳ« ἐπιτύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος <σωτηρίας τῆς ἀπὸ θεοῦ> και τῇ ἑαυτὼν νηστείᾳ ἀπώσωμεν ἀπ᾿ αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα.