Ancient Greek · ~18 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.8.1
Not analysed yet
Σ<υσ> τρεφομένων δὲ αὐτῶνεἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων (17, 22 [23]). Καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι »ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων«. τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι »τοῖς μαθη ταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων« καὶ μετὰ τὸ παθεῖν »ἀποκτανθῆναι καὶ« μετὰ τὸ ἀποκτανθῆναι »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«, τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμαθήκαμεν), ὡς ἄρα μέλλοι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖρας ἀνθρώπων. ἐφ᾿ ᾧ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἢ τίνων. ἐκεῖ μὲν γὰρ ὑφ᾿ ὧν πείσεται διδασκόμεθα καὶ ἐν ᾧ τόπῳ πείσεται, ἐνταῦθα δὲ ἐπ’ ἐκείνοις μανθάνομεν ὅτι τὸ »πολλὰ παθεῖν« αὐτὸν ὑπὸ τῶν προειρημένων συμβαίνει, οὐκ ἐκείνων πρώτων αἰτίων γινομένων τοῦ »πολλὰ« αὐτὸν παθεῖν, ἀλλ’ ἢ τοῦ παραδιδόντος ἢ τῶν παραδιδόντων αὐτὸν εἰς χεῖρας ἀνθρώπων. ὁ μὲν οὖν φήσει ὅτι τοῦτο διηγούμενος ὁ ἀπόστολός φησι περὶ τοῦ θεοῦ· »ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἔδωκε δὲ καὶ ὁ υἱὸς »ὑπὲρ ἡμῶν ἑαυτὸν« εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑθ’ ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγαγὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθηςόμενον, εἶτα ἀγωνιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων πεισύμενον ἢ καὶ »ὅλου τοῦ κόσμου«, ἵνα αὐτοῦ ἄρῃ »τὴν ἁμαρτίαν«, τῷ ἄρχοντι »τοῦ αἰῶνος τούτου«καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώπων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ. »ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου· ἀλλὰ αὐτοῦ μὴ ἄψῃ«, εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύουσι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμαλωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, ***οὕτως καί τινι ἐνεργεί<τῶν> ὑπὸ »τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας«, ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ οφ θῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι »πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως«. παραπλησίως δὲ τούτοις ζητήσεις, εἰ καὶ τὸ »ἐξαίφνης μέγα πνεῦμα ἀπὸ τῆς ἐρήμου« ἐλθὸν καὶ ἁφάμενον »τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας« ἕν τι τῶν ὑπὸ τὸν διάβολον ἦν, ᾦ παρέδωκεν ὁ διάβολος τὸ »τῶν υἱῶν« »καὶ τῶν θυγατέρων« τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ »ἡ οἰκία ἐπὶ τὰ παιδία« τοῦ δικαίου καὶ τελευτήσωσιν. Ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς ὁ πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ' αὖται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ἐν οἶς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν »μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς«, ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ' ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ' ἀμφοτέρων λεγόμενον παραδίδοσθαι. κατανόει γὰρ /?οτι ὁ μὲν πατὴρ <οὐχ ἁπλῶς, ἀλλ'> »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν« ἀπὸ φιλανθρωπίας· αἱ δὲ ἀντικείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εῖς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸν ὑπέρ τινων σωτηρίας παραδιδόναι αὐτόν, ἀλλἂ (τὸ ὅσον ἐπ' αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωνσκε τὴν τοῦ »θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην«) παρεδίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ὁ »ἐχθρὸς« αὐτοῦ »θάνατος« ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς »ἐν τῷ Ἀδὰμ« ἀποθνᾐσκουσι. καὶ οἱ ἀπ- κτείναντες δὲ αὐτὸν ἄνθρωποι <οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστηκότι, ἀλλὰ δυνάμεων> θελήματι τυπούμενοι τῶν βουλομένων τὸν Ἰησοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀνθρώπων παραδίδοσθαι, ἀλλ' ὑπὸ δυνάμεων αἶς »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν« ὁ πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἶς παρεδόθη καταλύοντα »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«· »διὰ« γὰρ »τοῦ θανάτου« κατήργησε »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου« (τουτέστι τὸν διάβολον) καὶ« ἀπήλλαξε »τούτους, ὅσοι φόβῳ θανάτου« διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας«.