Ancient Greek · ~7 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15
Not analysed yet
Ζητήσαι δ’ ἂν τις πῶς εὐλόγως προστάσσεται κατὰ τὸν προφήτην χαίρειν σφόδρα θυγάτηρ Σιὼν κοὶ κηρύσσειν θυγάτηρ Ἱε. ρουσολὴμ διὰ τὸν ἐπιβεβηκότα ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«, ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν <ἐπ’ αὐτὴν« ὁ Ἰησοῦς λέγων »Ἱερουσαλὴμ Ἱερουσαλὴμ,> ἡ ἀποκτείνουσα τοὺς προφήτας« καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν καὶ Ἱερουσαλὴμ πόλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι <μὴ τὴν τόν κύριον σταυρώσασαν, άλλὰ τὴν δεομένην τὸν ἐσταυρωμένον, Σιὼν> τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μέν τῇ πρὸς Ἑβραίους γέγραπται τὸ »ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. καὶ μυριάσιν ἀγγέλων. πανηγύρει«, ἐν δὲ τῇ πρὸς Γαλάτας· ἡ δέ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν«. μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε απὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἡ τότε συναγωγή, δεδεμένος δὲ καὶ ὁ πῶλος μετ’ ἐκείνης ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν <πιστεύων> λαός · καὶ τούτους ἀμφοτέρους εγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών· »λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται«. καὶ ἀεί γε οἱ μαθηταὶ <στοῦ> οὓς »ἱκάνωσε διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος«, λύοντες τὴν δεδεμένην ὄνον κοὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι <ἁμαρτιῶν δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ τοῦ θεοῦ οὕτω χρείαν ἔχειν φιλάνθρωπος γὰρ ἐστι) τῆς δεδεμένης ὄνου κοὶ τοῦ μετ’ αὐτῆς δεδεμένου πό)λου · χρείαν δ’ αὐτῶν ἔχει, ἶνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.