Ancient Greek · ~8 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15-2
Not analysed yet
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς λέγο)ν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γόμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί (Matth. 22, —14). Καὶ αὕτη ἡ Παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ἔ ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς ὁ θεὸς καὶ πατὴρ Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γόμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης ἐκκλησίας χριστοῦ Πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένουσ εἰς τοὺς γόμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον- τες τῶν λόγων τῶν Προφητῶν ἦσαν, οἱ δέ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ θεοῦ τροφαί· οὕτω δέ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι <ἕτοιμοι>, οὕς ἔλθη̣ τὸ τέλειον«) οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μέν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο <κατὰ τῶν ἄλλοι δὲ καὶ ἐπονηρεύοντο> κατ' αὐτῶν. διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστπησαι βουδόμενος εἶπεν· οἱ δὲ ἀμελήσαντες ἀπῆθον, ὅς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὅς δὲ ἐΠὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δέ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους ὕβρισον καὶ ἀπέκτειναν. Εἶτα ἀκολούθως <ταύτῃ> ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασλέως νοεῖται, ἥν κοὶ ὁ ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων λέγει •ἐφθασε δὲ ἡ ὀργὴ ἐπ αὐτοὺς εἰς τέλος«. εἶτα προφητεύεται ὁ κατὰ Ἰουδαίων πόλεμος καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ καὶ ἡ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.