Ancient Greek · ~8 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.10
Not analysed yet
Μετὰ ταῦτα λεκτέον εἰς τὸ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάντων. ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν· ὁ μὲν »καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα« ἐστὶν ἀρχόμενος »ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ«, εἰπόντος (ὡς καὶ ἐν τῷ Ἰεζεκὴλ γέγραπται) τοῖς <ἀγγέλοις τοῖς> ἐπὶ τῶν κολάσεων τεταγμένοις· »ἀπὸ τῶν ἁγίων μου ἄρξασθε«, καὶ »ῥιπῇ ὀφθαλμοῦ« ἐοικώς εἰσιν, ὁ δὲ τοῦ συναίρειν λόγον τὴν ἀρχὴν ἔχει (ἐπινοίᾳ λαμβανομένην· οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα· διόπερ οὐ γέγραπται μὲν συναίροντος δὲ αὐτοῦ λόγον, εἴρηται δὲ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη (ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον) εἷς ὀφειλέτης πολλῶν ταλάντων ὡς μυρία ὅσα ζημιωθεὶς καὶ μεγάλα μὲν ἐγκεχειρισμένος καὶ πιστευθεὶς πολλά, μηδὲν δὲ κέρδος προσαγαγὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθείς, ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα. καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολλάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβου καθημέωῃ γυναικί, ᾖ ὄνομα Ἀνομία. νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ὁμάρτημα ταλάντων εἶναι ζημίαν οἰκοδεστποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί,εἰδωλολάτραι, φονεῖς. οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μενάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάντων, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἄν αὐτὸν εὔροις ὄντα τὸν ἄνθρωπον »τῆς ἁμαρτίας«, τὸν υἱὸν »τῆς ἀπωλείας«, τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον »ἐπὶ πάντα θεὸν ἤ σέβασμα«· εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἄν εἴη οὗτος ἤ ὁ διάβολος τοσ <αὐτα τάλαντα ὅσους> ἀνθρώπους ἀπολωλεκὼς δεξαμένους αὐτὸν ἐνεργοῦντα τὴν ἁμαρτίαν; »μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων«, τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἡ <ἐκ> χρυσοῦ) ἤ ἀργύρου ἤ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕπλης. ὧς σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυΐδ πλουτήσαντος πολλοῖς ταλάντοις ὧν καὶ ὁ ἀριθμὸς δέδεικται, ταλάντοις χρυσοῦ τοσοῖσδε καὶ ἀργύρου τοσοῖσδε καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεὶ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ θεοῦ νεώς.