Ancient Greek · ~9 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.9
Not analysed yet
Καὶ ταῦτα ἔσται, ἡνίκα ἂν <γίνηται> τὸ παρὰ τῷ Δανιὴλ γεγραμμένον τὸ »βίβλοι ἠενῴχυγσαν, καὶ κριτήριον ἐκάθισεν«. οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ <τῶν> πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν’ ἐπὰν <μὲν> μὴ εὑρεθῇ τις δεδωκὼς »ἐργαςίαν ἀπηλλάχθαι« τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς »ἐργαςίαν ἀπηλλάχθαι« ἐκείνου καὶ »μηδενὶ μηδὲν« ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ »πέντε τάλαντα« διπλασιάσας ἢ τὰ »δύο« τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος »εἰς τὴν χαρὰν τοῦ κυρίου« αὐτοῦ ἢ »ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ« καθιστάμενος ἢ ἀκούων »ἴσθι ἐξουςίαν ἔχων ἐπάνω δέκα πόλεων« ἢ »ἴσθι ἐξουςίαν ἔχων ἐπάνω πέντε πόλεων«. ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολλοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦτθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ’ ἂν ὑπολαβεῖν τοῦ βασιλέως δούλων λόγον τοσούτου χρόνου δεῖσθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας [τοῦ] αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων ***. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. ἀθρόως γὰρ. βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μηήμαις (ὑπὲρ τοῦ ἕκαστου τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἤ χεῖρον πεπραγμένων) πάντα τὰ παρ’ ὅλον τὸν χρόνον γενεημένα ἑκάστῳ, ποιήσαι ἄν δυνάμει ἀφάτῳ. οὐ γὰρ ὥσπερ ἡμεῖς βουλόμνενοι ὑπόμνησίν τινων ποιῆσαι δεόμεθα χρόνου διαρκοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ’ ἡμῶν λεγομένων καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆσαι, οὕτως ὁ θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν δι’ ἅ κολαζόμεθα ἤ τιμώμεθα, ποιήσαι ἄν. εἰ δέ τις τῷ τάχει τῆς τοῦ θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα τὰ ὅλα θεὸν οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τὴν τηλικαύτην οὐρανοῦ καὶ γῆς καὶ <πάντων> τῶν ἐν αὐτοῖς κτίσιν. κἄν γὰρ δοκῇ ἐν ἕξ ἡμέραις ταῦταπεποιηκέναι, συνέσεως χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ ἐν ἕξ ἡμέραις διὰ τοῦτο· »αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς« καὶ τὰ ἑξῆς. τολημτέον οὖν καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρόσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ’ ὡς ἡ ἀνάστασις λέγεται γίνεσθαι »ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ«, οὕτως (οἶμαι) καὶ ἡ κρίσις.