Ancient Greek · ~13 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.11.1
Not analysed yet
Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧς γέγραπται· πάντα ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μῆ πραθεὶς ἅμα τοῖς ἴδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει· μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι· ἦν γὰρ (εἰκὸς) καὶ δραστήροις, ὁρῶν ὅτι δύναται καὶ δευτέρων πράξεων ἀνπληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προτέρας ζημίας τῶν πολλῶν ταλάντοων. καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗτος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφειλέγην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν ἀυτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφειλέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ’ αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν <οὐ> μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσεν, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεστπότου αἰτήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. εὐρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὅς ὤφελιεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι’ ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνίγων καὶ ἀποστερῶν αὐτὸν ἐλευθέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολλοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε πνιγείς, ἀλλὰ πρότερον μὲν κελευ- σθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνισθέντος ἐπ’ αὐτῷ τοῦ κυρίου ἀπολυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ἀφελῆς; Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν ***ὁ εὐρεθεὶς σύνδουλος εἶς ὀφείλωψν, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφόδρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ὡς μὲν οὖν <ἐπ’> ἀληθείας ἔχει τὰ πρόγματα, ἀποφαίνομαι μηδένα <δύνασθαι> διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν«λύσαντος »πάντα«, ἐπισημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τ«παραβολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληροφοροῦντος δι’ ἐναργῶν ἀποδείζεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως <πάντων> τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν’ ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸνν δηνάρια ἄλλος εἶς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδομένος »ἄνθρωπος τῆς ἁμαρτίας« εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τούτων, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἤ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιότητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, καὶ ἔν τισιν ἀνθρώποις) ἀποδοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμμένα. ὡς δὲ μηδέπων διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ <καὶ> ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος »πάντα« ἐρευνᾶν »καὶ τὰ βάθη τοῦ θεοῦ«, οἰόμεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τόν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλούμενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.