Ancient Greek · ~19 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.12.1
Not analysed yet
Πότε δὲ ὁ (κατὰ τὴν παραβολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ᾿ αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τὰ λαντα; εἰ δὲ πρὸ τῆς κρίσεως. πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν ἐπέλυε πάντα« ὅτι καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ’ αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως. καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη. ὡς μηδὲ αὐτὸν »τὸν κόσμον χωρεῖν τὰ γραφόμενα« εἰς τὰς τοιαὐτας παραβολὰς »βιβλία«. γένοιτο δ’ ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι »πνεύμαιτ θεοῦ ζῶντος«. ἀλλ’ ἐρεῖ τις ὅιτ μήποτε ἀσεβοῦμεν οἹ θέλοντες (διατὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα 003C; καὶ> πειρώμενοι ταῦτα σαφηνίσαι, κἂν δοκῇ καθ’ ὑπόθεσιν. ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόοπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι. τινὰ δὲ γυμνασίας ἡμετέρασ καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα. Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὐς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μέν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παραβολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’ αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον Joh. (IV, 467, 22f): γυμνάσωμεν τὰ παραβολή ἐστι δηλοῦσα ὅτι »ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ«, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινί δὲ ἓν τάλαντον. εἶτ’ ἐκεῖνοι παποιήκασι περὶ τὰ ἐγκεχερισμένα, καὶ »μετὰ πολὺν χρόνον ἔρχεται ὀ κύριος τῶν δούλων ἐκείνων« καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι »καὶ συναίρει μετ’ αὐτῶν λόγον«. <καὶ σον οὖν ὃ λέγει· »καὶ συναίρει μετ’ αὐτῶν λόγον«< καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνονμ καθ’ ὃν »ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου«, ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε »μετὰ πολύν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων«, τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν »ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον« καὶ τὰ ἑξῆς γίνεται. 1 Matth. 25, 14 –15 –10. 12f 22 Matth. 25, 19 ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«, πορευόμενος ἐκάλεσε δέκα δούλους καὶ »ἔδωκεν αὐτοῖς δέκα μνᾶν, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι«. οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων »πρεσβείαν ὀπίσω αὐτοῦ«, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἐπανῆλθε λαβὼν »τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο«. ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ »εὖγε, ἀγαθὲ δοῦλε ἵτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου«, δίδωσιν αὐτῷ ἐξουσίαν αὐτοῦ. καὶ ἄλλῳ <τῷ> τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· »καὶ σὺ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· »ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε«, »καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι«. τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παραβολῆς οὐ φήσειὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι« ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἰ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθηαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀποστήσαντα αὐτῷ ἔθνη;