Ancient Greek · ~18 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.13.1
Not analysed yet
Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε »εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς γνῷ τί διεπραγματεύσαντο«, καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι᾿ ἣν (καθ᾿ ἑτέραν παραβολὴν) »ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«. ὑποστρέψας οὖν καὶ λαβὼν »τὴν βασιλείαν« ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ἀφειλέτης πολλῶν ταλάντων· προσηνέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν οἶμαι ἀγγέλων. καὶ τάχα εἶς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοκήσας, ἀλλὰ διασκορπίας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὦν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἐχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ᾿ ἧς γέγονε κοινωνὸς ἀυτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἄν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν ταιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν ὅτι. ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὔτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογου Ἱερουσαλὴν μητρί, φέρ᾿ εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μίμφις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ᾿ ὥσπερ Ἱερυσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη »τῷ ἀνδρὶ αὐτῆς« Χριστῷ, οὕτως εἶεν ἄν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων <ὡς πατέρων>. θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ὅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχειν, ὅστερον δὲ σπλαγχνιστεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ᾿ ἵνα ἠμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο- δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔκθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν »Σοήνης Μέμφεως ἢ Τύρου καὶ ἕκαστος αὐτῶν ἔχεδι, ὡς ἄρχων τινὸς <ἢ> Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας. οὗτος οὖν, ἀπολυθεὶς καὶ συγχωρηθεὶς πᾶσαν τὴν ἀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως· οὐκ ἄν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. |kαὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κάκεῖνος μὲν <καὶ> πρὸς τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ'ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ'ἐτήρησεν ὅστερον περὶ τοῦ συνδούδου. ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως. οὐκ εἶπε. προσεκύνησάς μοι, ἀλλά. παρεκάλεσάς με καὶ οὐκέτι <ἐκέλευσεν>αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς <ὡς πεισόμενον> τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ'ἂν εἶεν οὖτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; ἃμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὁργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὁργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασαωισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοιςλ παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὖτοι, τίς ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὑράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εῖπε. »πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με«καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἀπλουστέροις ἁρμοζει. πάντες γὰρ ὅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἀμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ <συν> δούλῳ.