Ancient Greek · ~10 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.14
Not analysed yet
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους (19,1[—2]). Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὖτος τελεῖς τοὺς ἐσυτοῦ λό0γους. θαρσαλεώτερον δ'αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆν διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ'ἢ μόνου τοῦ Ἰησοῦ,λ τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ »ἐρρέθη τοῖς ἀρχαίοις« καὶ τὰ ἑξῆς. καὶ πάλιν. »ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν«. εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσαιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους, καίτοιγε κἀκεῖ ξητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἢ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων. ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις »πευματικὰ πνευματικοῖς«συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ'ἐν διδακτοῖς πνεύματος«. ἄλλος δ' ἄν τιςς περιεγότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶτῶν μυστικωτέρων΄(καθὸ ὁ μέν τις »παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς« οὑκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δἰ ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι δυνατοί, ὡς κηρυχθῆναι »τὸ εὐαγγέλιον« Ἰησοῦ »ἐν ὅλῳ τῷ κόσμῳ« καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἢν ἔλεκει ὁ τελετὴν πάσης ψυχῆς, ἢν ἔλκει ὁ πατὴρ τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος. »οὐδεὶς ἔρχεται πρὸς με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν«. διὰ τοῦτοδὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ προσβευόντων τὸ εὐαγγέλιον καὶ»τὸ κἠσυόντων τὸ ἐαγγέλιον καὶ »τὸ κήρυγμα« αὐτῶν »οὐκ ἐν πειθοῖ σοφίας«γέγονε »λόγων, ἀλλ'ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«, οἶς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι. λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇδιδασκαλίᾳ λελεγμένον, οἶς ἐπιφέρεται. »καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὅχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ«. Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν »ὡμοιώθη ὁ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖς, ὅστις ἠθέλησε συνπαραι λόγον μετα τῶν δούλων αὐτοῦ«, ἔτι δὲ ταύτης ἀνωτέρω τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.