Ancient Greek · ~4 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.15
Not analysed yet
πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι- λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’ οἱονεὶ τὰ ἄκρα· ἔνθα ἀκολούθησαν αὐτῷ ὄχλοι πολ- λοί, οὕς ἐθεράπευσεπαρ’ α<ὐτοῖς> τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο <ἀνθρώποις>. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν- των πάντα καὶ ἀκολουθησάντων καὶ Ματθαίου, ὅς »ἀναστὰς ἠκολούθησεν αὐτῷ«. οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’ »ἀναστάς«· μεγάλη γὰρ ἡ προσθήκη τὸ »ἀναστάς«. εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα- στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάωτα τὰ πρότερα· ἀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ <πάντα ἀφέντες> ἀκολουθήσαντες, οἵ καὶ καθεδοῦνται [οἱ] »ἐν τῇ πα- λιγγενεσίᾳ« »ἐπὶ δώδεκα θρόνους«. πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.