Ancient Greek · ~24 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.16.1
Not analysed yet
Μετὰ τοῦτο γέγραπται ὅτι προςῆλθον αὐτοῷ οἱ Φαρι- σαῖοι περάζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώ- πῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μᾶρκος) (19, 3 [—12]). Οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἵ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἄν τῶν μαθητῶν αὐτοῦ ἀγανκτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα- θείας, ἀλλ’ ἀπὸ τοῦ πειράζειν ἐθέ- λειν; πολλὰ δ’ ἄν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπεί- ρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρι- σαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμμα- τεῖς), ἕν’ ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕ- ροις τι [τὰ περὶ τῶν πειραζόντων αὐτὸν] ἐκ τῆς ἐξετάσεως χρήριμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. πλὴν ὁσωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα <εὐσεβείας>· οἱ μὲν γὰρ ἔλεγον· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυ- ναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς. καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαὶοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ’ ἄν εἴπῃ· οἷον εἰ μὲν εἶπεν· ἔξεστιν, ἐνεκάλεσαν <ἄν> αὐτῷ ὡς ἐπὶ τοῖς τυχοῦσι κιαλύοντι τοὺς γάμους· εἰ δέ· οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν- οικεῖν ἄνδρα γυναικί. <οὐχ ἑώρων δὲ τὶνα τρόπον ἀνεπι- λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι- νεῖται>, ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εὶπε διδόναι, ἐνεκόλεσαν <ἄν> ὡς ὑποτάσσοντι τὸν λαὸν <τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν> τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμοον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ- ναι πρὸς τηλικαύτην στρατιάν. [οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται]. <ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο> πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ- τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά- σιον ***. ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλογως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ »ὡς ἀσθε- νεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν« καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρ- τήμασι »βάρη«. καὶ δυσωπεῖ ἐκ τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐτχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἰ δύο εἰς σάρκα μέαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐ- κέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μέα. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπο- λῦσαι τὴν γυναῖκα κατὰ πᾶ- σαν αἰτίαν καὶ τὸ ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω- ριζέτω. Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφε- ξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. ἐγὼ δὲ οἶμαι ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ’ εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευ- ρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέ- λεκται τὸ »ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«, περὶ τῶν κατ’ εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· »ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ« καὶ τὰ ἑξῆς, οὐκ ἔστι περὶ τῶν κατ᾿ εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων »ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς« καὶ ὀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ᾿ εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ »ἄρρεν καὶ θῆλυ«. τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ ΙΣ φωνῇ, ἄρρεν δὲ τῇ ΖΑΧΑΡ· καὶ πάλιν γυνὴ μὲν τῇ ΕΣΣΑ φωνῇ, θῆλυ δὲ τῇ ΟΥΝΚΗΒΑ· οὐδέ ἀνήρ, ἀλλ᾿ οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν καταλίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνή) εἰς σάρκα μίαν. tamen quoniam tetigimus istum locum ubi et illud dicitur: »haec vocabitur mulier, quia de viro suo adsumpta est«, sciendum quia nihil proprium habet quantum ad Graecum [vel ad Latinum] sermonem, ut ideo vocetur mulier, quia de viro suo adsumpta est. propterea legentes Hebraica invenimus originationem istam convenienter positam in Hebraeo. habet autem Hebraicum ita: ΙΣΣΑ (quod intellegitur et mulier εἶτα διαγράφων ὂ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁομονία ἀνδρός ἐστι πρὸς γυναῖκα <καὶ γυναικὸς πρὸς ἄνδρα>, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ <ὡς> πειθομένης τῷ »αὐτός σου κυριεύσει«, ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιούτων τὸ οὐκέτι εἰσὶ δύο. εἶτ᾿ ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλωμένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς αὐτὸν »ἕν πνεῦμα«, λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, <ὅπου> »παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«. καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις· ὅπερ ὁ Παῦλος ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, φάσκων· »θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν, ἀλλ᾿ ἔκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως«. οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ ποιοῦσι τὸ »οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκκληςίαν«. ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, ἵν᾿ ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ· ἄνθρωπος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς »τῆς« ὑγιοῦς »πίστεως«, προςέχων »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν κωλυόντων« οὐ πορνεύειν μόνον ἀλλὰ καὶ »γαμεῖν«, διαλύει καὶ τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχθαι τοῦ θεοῦ. ταῦτα μὲν οὖν τηρουμένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναικός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω.