Ancient Greek · ~8 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.17
Not analysed yet
Ἐπεὶ δὲ ὁ ἀπόστολος »εἰς τὸν Χριστὸν« ἐκλαμβάνει »καὶ τὴν ἐκκλησίαν« τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέραν (ἵν᾿ οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ᾿ ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὗν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ᾿ ἐκείνου ἐπιβουλεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν· »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον« <καὶ>· »σταύρου σταύρου αὐτόν«. ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας· διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ αὐτοῦ ἐν Ἡσαΐᾳ φησί· »ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾦ ἀπέστειλα αὐτήν; «καὶ ὁ κτίσας γε ἀπ᾿ ἀρχῆς τὸν κατ᾿ εἰκόνα (ὡς »ἐν μορφῇ θεοῦ ὑπάρχων«) ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκληςίαν, ἓν τὸ κατ᾿ εἰκόνα ἀμφοτέροις χαριςάμενος. καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλησίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πατέρα ὅτε »ἐν μορφῇ θεοῦ« ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερουσαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα καταπεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγόνασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε »ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ <ἐκκλησίᾳ> λέγεται τὸ »ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους«· οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἔτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν »σῶμα« αὐτοῦ »καὶ μέλη ἐκ μέρους«· καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄνθρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ χωρισθῆναι <ἀπὸ τοῦ Χριστοῦ>, θαρρεῖ ὡς μὴ χω-ρισθηςόμενος καί φησι· »τίς ἠμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; «ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· λέγοιτο δ’ ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας· ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν χωριζέτω, μήτε ἀρχή, μήτε ἐξουςία· ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ.