Ancient Greek · ~10 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.5
Not analysed yet
Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ (18, 21 [22]); τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρουμένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγδόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν <ἑπτὰ καὶ τὰ> ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔηθες εἶναι καὶ ἀνάζιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μήποτ' οὖν καὶ ταῦτα ἔχεται συγγενοῦς ἀσαφείας τῷ »ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ« καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λόγον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος κατ' ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦ μεγέ- θους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστικός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν, καὶ πρόσχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα »τὸν κόσμον« καὶ τὰ τοῦ κόσμου ἐργαζόμενον καὶ Ὑλικὰ πράττοντα λέγειν ἁμαρτάνειν ἑξ<ἀκις>, καὶ τὸ τέλος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν Πέτρον νενοηκότα ἑπτὰ συγκωρεῖν ἐθέλειν ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτημένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ <ἐπὶ> πλεῖον <τὰ ἁμαρτήματα>, διὰ τοῦτ' οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκοντα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέσθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν· εἰ δέ τις ὑπερὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. 30 4ff Vgl. Hanak TU. 42, 4, 111 A. 4 –4 –284,3 Vgl. C1 Nr. 210 Or. –ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτημένοις <δικαίως παρέχεται>, εἴτε βράδιον γένοιτ' ἂν ἡ ἄφεσις εἴτε τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐδὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ' ἂν τὸν τοιόνδε ἁμαρτάνοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ ὡς εἰς Πέτρον, οὖ μὴ κατισχύουσιν »ᾂδου πύλαι«. κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας· κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων.