Ancient Greek · ~13 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.6.1
Not analysed yet
|6. Διὰ τοῦτο λέγω ὑμῖν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ (18,23[–35]). Ἡ μὲν περίνοια τῆς παραβολῆς διδάσκειν βούλεται συγχωρητικοὺς εἶναι τῶν εἰς ἡμᾶς ἡμαρτημένων τοῖς ἀδικήσασιν ἡμᾶς, καὶ μάλιστα εἰ μετὰ τὸ ἀδικῆσαι δέοιτο τοῦ ἠδικημένου ὁ ἀδικήσας, συγχωρηθῆναι ἀξιῶν αὑτῷ τὰ προημαρτημένα. καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ' οἶς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γένοιτ' ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι τὰ ἁμαρτήματα αὐτῶν, ὡς μηδὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι. ἀλλ' ὅλῃ καρδίᾳ ὑπὸ ἀμνησικακίας ὠφελημένῃ (οὐ τῆς τυχούσης ἀρετῆς) συγχωροῖμεν τῷ ἡμᾶς ἀδικήσαντι τὰ κακῶς εἴς τινα ἡμῶν ἀπ' αὐτοῦ καὶ ἐπιβουλευτικῶς πεπραγμένα. Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστερον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετάσαι, ὤστ' ὄνασθαι ἁπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπί τὸ ὀρθῶς ζητεῖν ἔκαστον τῶν προγεγραμμένων προκόπτοντα. ἔστι δὲ (ὡς εἰκὸς) καὶ ἐπαναβεβηκυῖα διήγησις καὶ δυστέκμαρτός τις μυστικωτέρα, καθ' ἤν ἀνάλογον ταῖς ἑρμηνευθείσαις ὑπὸ τῶν εὐαγγελιστῶν παραβολαῖς ζητήσαι τις ἄν ἔκαστον τῶν ἐν ταύτῃ. οἶον τίς ὁ βασιλεὺς καὶ τίνες οἱ δοῦλοι καὶ τίς ἡ ἀρχὴ τοῦ συναίρειν λόγον καὶ τίς ὁ εἶς πολλῶν ὀφειλέτης ταλάντων, τίς τε ἡ γυνὴ αὐτοῦ καὶ τίνα τὰ τέκνα καὶ τίνα τὰ παρὰ ταῦτα λελεγμένα πάντα, ἄτινα ἐκέλευσεν ὁ βασιλεὺς πραθῆναι ὑπὲρ τοῦ ἀποδοθῆναι τὴν ὀφειλὴν ἐκ τῶν ὑπαρχόντων ἐκείνου, τί τε τὸ ἐξελθεῖν τὸν συγκεχωρημένον τὰ πολλὰ τὰλαντα καὶ τίς ὁ εὑρεθεὶς τῶν <συν-> δούλωνεἶς, οὐ τῷ οἰκοδεσπότῃ ἀλλὰ τῷ συγκεχωρημένῳ <δούλῳ> ὀφείλων, καὶ τί βούλεται ὁ ἀριθμὸς τῶν ἑκατὸν δηναρίων, τί δὲ τὸ ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, καὶ τίς ἡ φυλακὴ εἰς ἤν ἀπελθὼν ἔβαλε τὸν σύνδουλον ὁ συγχωρηθεὶς πάντα τὰ τάλαντα, τίνες τε οἱ λυπηθέντες σύνδουλοι καὶ διασαφήσαντες τῷ τάλαντα, τίνες τὰ γενόμενα, καὶ τίνες οἱ βασανισταὶ οἶς παρεσόθη ὁ εἰς φυλα- κὴν τὸν σύνδουλον βαλών; καὶ πῶς ἀπέδωκε παραδοθεὶς τοῖς βασανισταῖς πᾶν τὸ ὀφειλόμενον, ὡς μηδὲν ὀφείλειν ἔτι; εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι ἄν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσαχθῆναι τῷ λόγῳ, ὦν τὴν διήγησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἤ »κατὰ ἄνλθρωπον« εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ εἰπόντος αὐτά, ἴνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ. ὡς γὰρ οὐδεὶς »οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπον εἰκὸς μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπον τὸ ἐν αὐτῷ, καὶ οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ«, οὔτως οὐδεὶς οἶδε (μετὰ τὸν θεὸν) τὰ ὑπὸ τοῦ Χριστοῦ λελαλημένα ἐν παροιμίαις καὶ παραβολαῖς εἰ μὴ τὸ Χριστοῦ πνεῦμα, οὖ ὁ μετέχων οὐ μόνον καθὸ Χριστοῦ ἐστι πνεῦμα, ἀλλὰ καὶ καθὸ Χριστοῦ ὡς σοφίας <καὶ> ὡς λόγου, θεωρήσαι ἄν τὰ κατὰ τὸν τόπον αὐτῷ ἀποκαλυπτόμενα. ἀλλὰ περὶ μὲν τῆς ἀνωτάτω διηγήσεως οὐκ ἐπαγγελλόμεθα μὲν οὐ μὴν οὐδ' ἀπελπίζομεν, ὑπὸ Χριστοῦ, ὅς ἐστι σοφία θεοῦ, βοηθούμενοι καταλαβεῖν τὰ ἐν τῇ παραβολῇ δηλούμενα· πότερον δὲ ὤστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἤ μή, θεὸς ἄν ὑποβάλοι ἐν χριστῶ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἴνα δοθῇ καὶ περὶ τούτων ὁ »διὰ τοῦ πνεύματος« διδόμενος »λόγος σοφίας« ἀπὸ τοῦ θεοῦ καὶ ὁ »κατὰ τὸ πνεῦμα« ἐπιχορηγούμενος »λόγος γνώσεως«.