Ancient Greek · ~17 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.7.1
Not analysed yet
Ὡμοιώθη (φησὶν) ἡ βαἑξῆς. εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα χρὴ λέγειν ἤ τὸν υἱὸν τοῦ θεοῦ; αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν οὐρανῶν, καὶ ὤστερ αὐτός ἐστιν ἡ αὐτοσοφία καὶ ἡ αὐτοδικαιοσύνη καὶ ἡ αὐτοαλήθεια, αὔτω μήποτε καὶ ἡ αὐτοβασιλεία. βασιλεία δὲ οὐ τῶν κάτω τινὸς οὐδὲ μέρους τῶν ἄνω, ἀλλὰ πάντων τῶν ἄνω, ἄτινα ὠνομάσθησαν οὐρανοί. κἄν ζητῇς δὲ πῶς »αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«, δύνασαι λέγειν ὄτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ' ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας, βασι- iam nunc propositam expositionem tangamus. λευούσης »ἐν τῷ θνητῷ σώματι« τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ. καὶ ἐὰν λέγω· βασιλεύων καθ' ἑκάστην επίνοιαν αὐτοῦ, τοιοῦτόν τι δηλῶ· βασιλεύων, ᾖ δικαιοσύνη ἐστὶ καὶ ᾖ σοφία καὶ ᾖ ἀλήθεια καὶ αἱ λοιπαὶ ἀρεταί, τοῦ γενομένου (διὰ τὸ φορεῖν »τὴν εἰκόνα τοῦ ἐπουρανίου«) οὐρανοῦ καὶ πάσης δυνάμεως, εἴτε ἀγγελικῆς εἴτε τῶν λοιπῶν ὀνομαζομένων »οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι« ἁγίων καὶ ἀξίων τῆς τοιαὐτης βασιλείας. αὔτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα »ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« ἐγένετο, ἴνα »περὶ ἁμαρτίας« κατακρίνῃ »τὴν ἁμαρτίαν«, ἡνίκα »μὴ γνόντα« αὐτὸν »ἁμαρτίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν« τῶν »τῆς ἀμαρτίας« ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὔτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἔν γενέσθαι τῷ πρωτοτόκῳ »πάσης κτίσεως«, εἰ »ὁ κολλώμενος τῷ κυρίῳ« »ἔν πνεῦμα« πρὸς αὐτὸν γίνεται. αὔτη δὲ ἡ ὁμοιωθεῖσα βασιλεία τῶν οὐρανῶν τῷ κατὰ τὸν σωτῆρα νοουμένῳ ἀνθρώπῳ βασιλεῖ καὶ ἑνωθεῖσα αὐτῷ προλη- πτικῶς λέγεται, ὄτιἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. <οὔπω μὲν γὰρ συνῆρε>, μέλλει δὲ συναίρειν λόγον μετ' αὐτῶν, ἴνα φανῇ ὄπως ἔκαστος τοῖς τοῦ οἰκοδεσπότου δοκίμοις ἀργυρίοις καὶ νομίσμασι λογικοῖς ἐχρήσατο. καὶ ἐλἠφθη γε ἐν τῇ παραβολῇ τὸ παράδειγμα ἀπὸ τῶν συναιρόντων δεσποτῶν λόγον μετὰ τῶν ἰδίων δούλων. Ἀκριβέστερον δὲ νοήσομεν τὸ τῆς παραβολῆς ἐν τούτος δηλούμενον μενον ἐρείσαντες αὑτῶν τὴν διάνοιαν τοῖς γινομένοις παρὰ τοῖς οἰκονομήσασι δεσποτικὰ χρήματα οἰκέταις καὶ λόγον περὶ αὐτῶν ἀπαιτουμένοις· ἔκαστος γὰρ ἐκείνων ἀπὸ τῶν δεσποτικῶν διαφόρως λαμβάνων χρημάτων κέχρηται αὐτοῖς ἤτοι εἰς δέον, ὤστε αὐξάνειν τὰ δεσποτικὰ χρήματα, ἤ ἀσώτως ἀναλίσκων εἰς ἄ μὴ δεῖ καὶ ἐκχέων ἀκρίως χωρὶς εὐλαβείας τὰ ἐγκεχειρισμένα. εἰσὶ δὲ οἴ τάδε μὲν καὶ τὰ τοσάδε καλῶς ᾠκονόμησαν χρήματα ἔτερα δὲ ἀπολωλέκασι, καὶ ματα ἔτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἄν διδῶσι τὸν λόγον συναίροντος αὐτὸν τοῦ δεσπότου μετ' αὐτῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἔκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠ κονόμησεν ἤτοι τιμᾶται ἤ ἐκπράσσεται ἤ ἔπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ’ ἀφαιρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπόντου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ’ ἐλάττονα λαμβάνει. κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται »πέντε τάλαντα«, ὡς δυναμένῳ διοικεῖν τὰ τοσαῦτα, ἄλλῳ »δὲ δύο«, ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ »δὲ ἕν«, ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. ραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, σἐσὶ δὲ καὶ ἄλλαι παρὰ τούτας; καὶ ἐπ’ ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφελέται δύο, ὁ μὲν πεντακοςίων ὁ δὲ πεντήκοντα δηναρίων, ἤτοι παῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάττους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ ***ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε. τάχε ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμάτων <εἰς τὸν κόσμον τοῦτον>, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως. τῆς πρὸς ἀλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι’ ὅλων ψευδῆ).