Ancient Greek · ~8 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.8
Not analysed yet
Ζητήσεις δὲ τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασιλέως, ἢ τινὲς μὲν δοῦλοι, »οὓς προέγνω καὶ προώρισεν«, ἕτεροι δέ <οὐ δοῦλοι ἀλλ’> οἱ τοῖς δούλοις συμπραγματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ’ ὧν μετὰ τόκων ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσπότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσεβείας, ἀλλὰ καί τινες τῶν πιστευόντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι ***. συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε »ἑκατὸν κόρους σίτου«, εἴτε »ἑκατὸν βάδους ἐλαίου«, εἴτε ὅ τι δήποτε εἰληφότας τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας· οὐ γὰρ σύνδουλος »τοῦ οἰκονόμου τῆς ἀδικίας« εὑρίσκεται κατὰ τὴν παραβολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ »πόσον ὀφείλεις τῷ κυρίῳ μου; «<καὶ οὐκ εἶπε· »τῷ κυρίῳ« ἡμῶν>. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθήκουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ· καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντίμηςίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] ***τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθίσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ᾿ ἡμῖν ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρτημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐδλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρημένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε »τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«· καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ »πᾶν ῥῆμα ἀργὸν ὃ ἂν λαλήσωσιν οἱ ἄνθρωποι« καὶ εἴ ποτέ τις ἐπότισε »ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ«.