Ancient Greek
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.25.1
Not analysed yet
Εἰ μὲν οὖν τις πάντα ἀφῆκε καὶ ἠκολούθησε τῷ Ἰησοῦ, τῶν εἰρημένων πρὸς τὸν Πέτρον κατὰ τὴν πεῦσιν αὐτοῦ τεύξεται· εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμεαν, ὁ τοιοῦτος πολλαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’ εἰδικῶς λελεγμένα, κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως. πᾶς ὁστισοῦν ὁμολογήσει. εἰ δὲ καὶ τοῦτο ἐκιδέχεται ἀναγωγήν, ὁ μέν τις διστάσει ὁ δὲ καὶ ἀποφανεῖται ὅ τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἑμισήθησαν ὑπὸ συγγενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, ἄλλο τι ἀλλ’ ἕνεκεν τοῦ ὀνόματος Ἰησοῦ, πολλαπλασίονα λήψεται· πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπειροπλασίονα οὐκ ἐν προσκαίρῳ ζωῇ, ἀλλ’ ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον, εὐχερὲς διηγήσασθαι· καὶ γὰρ ἐν τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκόπους καὶ τοὺς ἀνεγκλήτους πρεσβυτέρους λαμβάνει τις, ἀνθ’ ὧν καταλέλοιπε δού· ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολλαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν τις καταλέλοιπε κλγρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ ὀλίγων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον· ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγκασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀπόδοῦναι. Εἰσὶν οὖν (οἶμαι) ἐν ταῖςμακαρίαις ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ »εἰς ἄνδρα τέλειον« κατηντηκότες τῶν τὸ »μέτρον τῆς ἡλικίας τοῦ χριστοῦ« κεχωρηκότων καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἀγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπ’ ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιῶν δυνάμεων. γονεῖς δὲ τοιοῦτοι εἶεν ὰν τίνες ἢ περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβράμ· »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ«; εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, τοῖς πατράσιν) ἑτέρων πατέρες,, πολλοαπλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς οἰκίας πολλαπλασίονας τῶν καταλειπομένων νόει μοι ἐν τῇ ἀναπαύσει τοῦ θείου παραδείσου καὶ τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς »δεδοξασμένα ἐλαλήθη«. ἧς »ὁ θεὸς ἐν ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντιλαμβάνηται λαμβάνηταί αὐτῆς«, ἧς »ὁ θεὸς ἐν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονομοῦντας· »κααθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν«, περὶ ἧς λέγεται· »καταδιέλεσθε τὰς βάρεις αὐτῆς«. ἐπὶ τοιούτοις δὴ κληρονομεῖν τὴν αἰώνιον ζωὴν μακάριον, τοσούτους ἔχοντας κληρονομ <ίαν αγρ>οὺς καὶ τοσαῦτα δένδρα ὑπὰθεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ θεοῦ γεωργούμενα καὶ οὐκίας ἐκδοχῆς λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺςἢ ἀδελφὰς καὶ τὰ λοιπά.