Ancient Greek · ~12 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.26.1
Not analysed yet
Μετὰ τοῦτό ἐστι τὸ πολλοὶ δὲ ἔσονται πρῶτοι 30 ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ τὸν ἁπλούστερον νοῦν προτρέψα- σθαι δυνάμενα τοὺς ἄρτι προσερχομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ ἀναβῆναι παρὰ πολλοὺς τῶν νομιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καἲ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέων μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζομένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων <Χριστιανῶν> ἀνατετράφθαι ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προεδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπισκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τιμῆς ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ· ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολλοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὡπομνησθήσονται μέτε ἐπὶ τῷ νομίζειν εἶναι πρῶτοι μέγα φρονεῖν μήτε συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν <τι> ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγματα. Ἔχει δ’ οἶμαι τὸ ῥητὸν <καὶ ἕτερον> λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοςίαν ἐσχάτοις, καὶ ἠμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμέηοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πάστει »μὴ ὑμηλο- Φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν- Σαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν Καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων 15 πιότητι συμφυεῖς γενώμεθα τῷ βου- Λήματι τοῦ πνευματικοῦ νόμου καὶ Τῶν ἀνάλογον αὐτῷ νοουμένων προ- Φητῶν, ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, Κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπι- Στίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιε- Λαίου Λεγόνασιν ἔσχατοι· καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν »εἰς κρίμα« τῷ κόσμῳ ἐπιδημή- Σαντος, ἵνα (τὰ ἔθνη) »οἱ μὴ βλέ- Ποντες βλψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ μένωνται« διὰ τὴν ἀπιστίαν, »ὁ«μὲν» πρῶτοι, ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος γέγονεν ἔσχατος καὶ »κάτω κάτω«. Οὕτω δὲ δύναται νοεῖσθαι καὶ τὸ »εἴ τις δέλει πρῶτος Εἶναι, ἔσται πάντων ἔσχατος«, ὡς Εἰ ἔλεγεν· ἐπεὶ νῦν τὰ πρωτεῖα Λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται Παρὰ τῷ θεῷ ὅλος ὁ λαὸς Τῶν ἀπιστηςάντων ἐν Ἰσραήλ, Κἂν νομίζωνται »διὰ τὸν χρόνον« εἶναι πρῶτοι. Εἴ τις <οὖν> βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις· ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν μὲν πρωτείων ἐπὶ τὰ ἔθην μεταβε- Βηκότων ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται· καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν κεφαλὴ διὰ τὴν πίστιν γίνονται, ὁ Δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν Οὐρά. Κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν (οὐ πάντες δὲ) ἔσονται ἐκ πρώ- Των ἔσχατοι καὶ πάλιν πολλοὶ Μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. Οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, Τοῖς ἀπὸ τῶν ἐθνῶν πιστέύουσι Συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν Πρώτοις λογισθήσεται. Εἰσὶ γὰρ καὶ πρῶτοι <γενόμενοι καὶ Οὐδὲν ἧττον διαμένοντες> πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο-| Λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἀκ σπέρματος Ἀβραάμ. Καὶ εἰσὶν ἔσχατοι <οὐδὲν ἧττον διαμένοντες> ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκληςίας χρηματιζόντων ***.