Ancient Greek · ~28 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.27.1
Not analysed yet
Μετὰ ταῦτα ἐπίστησον εἰ δύ- νασαι τὸ τῶν ἀγγέλων γένος πρῶ- Τον ὡς τιμι <ώτερ> ον λέγειν εἶναι Τοῦ τῶν ἀνθρώπων γένο <υς νομι- Σο> μένων ἐσχάτων. καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται· »ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν Τὸν θεὸν πάντες οἱ ἅγγελοι αὐτοῦ«, ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ’ αὐτοὺς κοσμοποιίας. <καὶ οὕτως ἄν τις> τολμήσαι ἀποφήνασθαι ὄτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν- 30θρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν- Θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγχάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τινῶν ἀγγέλων (ἐν πρώτοις μὲν τεταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπό τε τῆς <Πέτρου> πρώτης ἐπιστολῆς καὶ τῆς Παύλου πρὸς Κορινθίους προτέρας ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ ὁ μὲν Πέτρος· »εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύοντες δὲ ἀγαλλιᾶτε« καὶ τὰ ἑξῆς ἕως τοῦ »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«· ὁ δὲ Παῦλος· »ἢ οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά«; ὄρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτήρουν »τὴν ἑαυτῶν ἀρχὴν« καὶ οὐκ ἀπέλιπον »τὸ ἴδιον οἰκητήριον«, πολλῷ ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων »ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ« γενομέ- νων εν τῳ τῆς ταπεινωσεως σωματι καὶ μόγις ποτέ λεγόντων τὸ »ταλαίπωρος ἐγὼ ἐγὼ ἄνθωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου« οἱ δέ ἄνθρωποι, ὅσον εἰς σύγκρισιν ἀγγέλων ἔσχατοι τυγχάνοντες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων »τὴν ἑαυτῶν ἀρχήν« ἀλλὰ ἀπολιπόντων »τὸ ἴδιον οἰκητήριον«, λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνων δέκα πόλεων« ἣ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων«. γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοίπασιν ποσιν 〈οὐτό, γίνονται δέ πρῶτοι ἄνθρωποι,> ἐπὰν ποιήσωσι αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ αὐτήν · καὶ γὰρ οἱ μέν ἐν γῇ τῶν οὐρανίων ἔσχατοι, οἱ δέ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, »εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ« τηρού- μενοι· πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς γένεσιν ἀνειληφότων ἀναβαίνοντες, ὥστε τεθαρρηκότως λέγειν· ἡμῶν δέ τὸ πολίτευμα ἐν ουρανοις υπαρχει«, 〈πρῶτοι γίνονται〉. καὶ αὐτός γε ό ὡς ἀστραπὴ »ἐκ τοῦ οὐρανοῦ« πεσὼν πρῶτος ἦν, ἡνίκα περιεπάτει »ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ« ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾄδου καταβάς, ὡς τοὺς ἰδόνοτας αὐτὸν θαυμάζειν ἐπ' αὐτῷ, καὶ λέγειν· »καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου«. οὕτω δέ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων »ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ« διάγων, στυγητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶτος, »ὅτε ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ« »διὰ λουτροῦ παλιγγενεσίας κοὶ ἀνακαινώσεως πνεύματος ἁγίου«, κοὶ ἐδέξατο τὸν εἰπόντα· »ὁ δεχόμενος ἐμὲ δέχεται τὸν ἀποστείλαντά με«. Ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δέ τοὺς μὴ ἀξίους τῆς τοιαύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλειφθῆναι, |ἤτοι ἔως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ« ἢ ἕως ἐκπληρώσωσι τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. ἡ μέντοι ἐπιφερομένη τῷ πολλοὶ δέ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι παραβολὴ σῴζεσθαι μέν ἐπαγγέλλεται καὶ τοὺς <ἐσχάτους> τῆς παραβολῆς, μέν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν κοὶ διὰ τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχάτους λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μέν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολάβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ τοῦ οἰκοδεσπότου καί εἰρηκόσιν· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα« καὶ πρῶτοί γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἀπικαλεσάμενοι »τὸ ὄνομα τοῦ κυρίου ἠμῶν Ἰησοῦ <Χριστοῦ> «ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται· ἔχει δέ οὕτω. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο- δεσπότη, ὅστις ἐξῆλθεν ἅμα μισθώσασθαι ἐργάτας καὶ τὰ ἐξῆς ἔως τοῦ πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. (20, 1—16) Δύναται μέν οὖν ἡ πᾶσα παραβολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλθόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες θέντες τὸν μισθὸν ἔλαβον πρῶτοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παραβολὴ »ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι«) ἐξεταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρίσκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἃν ἐπὶ ταύτῃ μάλιστα εἰπεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ »ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς« κοὶ »ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς«. ἀναγκαῖον γὰρ ἰδεῖν τὸν μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν οὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀποκλήρωσιν ό οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος, ἐξετάσει δέ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρω ῒ μισθώσασθαί τινας ἀργάτας εἰς τὸν αμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μέν περὶ τρίτην δέ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἔκτην, εἶτα μετὰ τοῦτο 〈οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννάτην, την, εἶτα ἐπὶ τέλει οὐ περὶ δεκάτην, ἀλλὰ> περὶ τὴν ἐνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ <τοῦ> τὸν μετὰ τὸν ἐωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκτης καὶ ἐννάτης ὥρας, καὶ μετ’ αὐτὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διάστημα ἀπὸ τοῦ ἅμα πρω ῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον καὶ τῷ συμπεφωνηκέναι μέν τὸν οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κληθεῖσιν οὐ τεταγμένως τὸν μισθὸν ὠνομακέναι, ἀλλὰ τό ὃ ἂν ᾖ δίκαιον δώσω ὑμῖν. προσεκτέον δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἔκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, κοὶ ὅτι τοῖς περὶ τὴν ἐνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ ὅλης ἡμέρας ἀργίας τὸ ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ἀλλὰ καὶ <ὅτι> ὡς τοῦ ἀμπελῶνος γενόμενος καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας; τοὺς μὲν πρώτους ἀποστέλλει εἰς τὸν ἀμπελῶνα, τοῖς δέ δευτέροις φησίν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς <περὶ> ἑνδεκάτην κεκλημένοις· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. ὁ δὲ δυνάμενος κατανοησάτω τίς ἡ ἀγορά, ἐν ᾖ ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν ὁ οἰκοδεσπότης. οὕτω δἐ καὶ ἐξετασθήτω τίνες οἱ εὐρεθέντες ἑστῶτες περὶ τὴν ἐν -δεκάτην, οἶς λέγει ὁ οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω <δέ> τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι τῶν τὸ ἀργοὶ ἐστηκέναι> δι' ὅλης ἡμέρας μετὰ παρρησίας εἰπόντων ὅτι πρόθυμοι μέν ἧσαν τοῦ ἐργάσασθαι, οὐδεὶς δὲ αὐτοὺς ἐμισθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μέν ἂν οὐ μισθωσαμένων δέ.