Ancient Greek · ~6 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.4
Not analysed yet
Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῲζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου. τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἹ ἀργοὶ πρὸς ἀφροδίδια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις ἢ τοῖς παραπλησίοις αὐταὶς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμα) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι. περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦχοι οἴτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν <ἀνθρωπίνων> ἀσκοῦσι προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν καὶ ἄσκησιν καὶ τὴν (Ἵν’ οὕτως ὁνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλ]\α ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε »τῶν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων« ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰδὶν εὐνοῦχοι οἽτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ ἀποδοχῆς ἄξιον, εί τὸν λόγον τις ἀναλαβὼν τὸν εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον« καὶ »τὴν« (ὡς ὠνόμασεν ὁ ἀπόστολος) »μάχαιραν τοῦ πνεύματος« ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ ***καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ τοιούτοις ἀρμόζοι ἄν, καὶ οὐχ ὠς οἵονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες. τὸ εἰσίν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.