Ancient Greek · ~11 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.34
Not analysed yet
Οἶμαι δ’ ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ' ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμa τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἔω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην. εἶτα οἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή- σεως καὶ καινῆς, ἀκμαίως κοὶ ἀθρόως ἐν βραχεῖτὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσa μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων· ἀνάλογον δέ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἀννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας <διάστημα> . συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἔῳ παραληφθεῖσι —δηνάριον· τοῦτο δ’ οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ ὅνομα οἶμαι) τὸ δηνάριον, δόξης δέ τὸ ὐπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μέν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρίναι τὸν δίκαιον Πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὁ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε <ἴσον> ἔργον τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν κοὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον ἀργοῖς ὐπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἠμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἐνδεκάτης ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπότης ἐξελθὼν περὶ τὴν ἐνδεκάτην ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δέ ὐπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον κοὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μέν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δέ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες· οὐδεὶς ἠμᾶς ἐμισθώσατο. ἠμεῖς μέν οὖν ἐπολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δέ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἐστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἐνδεκάτην ὥραν κεκλη- μένοι.