Ancient Greek · ~19 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.35.1
Not analysed yet
Οἱ δέ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἠμέραν καὶ τοὺς ἑστῶτας ὅλην τὴν ἠμέραν ἀργοὺς θέλοντας <μὲν> ἐργάσασθαι, μὴ <δὲ> εἰς τὸν ἀμπελῶνα παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἠμέραν εἰστήκεισαν ἀργοί; ἢ λεγέτωσαν ἠμῖν, τίς ἡ ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δέ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότυ μεμισθωμένοι ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἐτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ οὕτως μακάριοι, ὑπέρ ἡμᾶς ἐστι κατ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα παστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου <καὶ> οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μήποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος φυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δέ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα οἶμαι) ἐργάζονται οἱ ἐργάται· οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἰερεμίας εὐχόμενος »ὑπὲρ τοῦ λαοῦ«. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα »εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες« ληψόμενοι ὁ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν· οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· διόπερ αὐτοῦς ἐμισθώσατο καὶ (ἵν᾿ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰπωνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται »ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους« εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν »νήπιός ἐστι«. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα ὁ μισθὸς τοῖς ἐσχότοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται »μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- μένου« <τοῦ οἰκοδεσπότου> (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), »ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι«. καὶ ἐλεήθημέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. εἶτ᾿ ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτρβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες <ἡμεῖς> ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα<με>ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα<με>ν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς ἐφ᾿ ἡμᾶς [οὖν] παρουσίας τοῦ <οἰκο<- δεσπότου, ὃς εἶπεν ἡμῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κάγὼ ἀναπαύσω ὐμᾶς«· φορτίον γὰρ ἦν <αὐτὴ> ἡ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν οἱ πρὸ τῆς ἑνδεκάτης <κληθέντες> ἕκαστος κατ᾿ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες <δὲ> τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότους, φθονοῦντες ἠμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ' ὁ οἰκοδεσπότης ἐνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά- ριον)· δέλω γὰρ καὶ τούτῳ >ἐρχάτῳ> φησὶ) δοῦναι ὡς σοί. καὶ οὐκ εἶπε· τούτοις <τοῖς ἀλλ' ἔδειξέ τινα κατ’ ἐξοχὴν ἕνα· ὃν τολμηρότερον μέν εἰΠεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον <καὶ> τάχα ὑπέρ πάντας τοὺς αὐτοῦ. εἰ δέ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ οὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· »ἀρθήσεται ἀφ’ ὑμῶγ ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. Πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες, τὸ δηνάριον λήφονται.