Ancient Greek · ~6 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.36
Not analysed yet
Μετὰ τὸ ὑπαγορεῦσαι ταῦτα εἰς τὴν ἐκκειμένην 〈ταύτην〉 παρα- βολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς προ[σ]κόπτουσι <ν ἐν> τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕω̣ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δέ μετὰ τό μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους, τοὺς δέ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕγτην ἐξαποστελλομέ- νους ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δέ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τόν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἠλικίας πράξεων παραληφθέντας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δέ πρὸ( αὐτῇ τῇ ἐξόδῳ γέροντας >δηλοῦσθαι τοὺς <περὶ> ἑ νδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. επει τοινυν προαιρεσις και ου χρονος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα Πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾦ ἀγαακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες κοὶ βιασόμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ <ἀργοῦσιν ἐν ἀπιστίᾳ κατ᾿> ὀλίγον καιρὸν ἐπὶ τὴν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.