Ancient Greek · ~9 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.37
Not analysed yet
Ἀμπελὼν δέ κατὰ ταύτην τὴν διήγησιν εἵη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δέ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ <ἄν> κατὰ διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας τοῦ ἀμπελῶνος, ὅσοι ἀκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δέ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον· κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες 〈πόλιν ἀπ’ >ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξεται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ»ἀρξάμενοι πνεύματι«καὶ ὕστερον »σαρκὶ« ἐπιτελούμενοι πόλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτερπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἢ <ἐμποδίζοντες> τοὺς πεπλανημένους ἢ παλινδρομεῖν ἐπὶ τὸνπατρῷον οἷκοντοὺς ἀσελγεῖς υἱοὺς τοὺς〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μέν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις <παραμυθίαν σωτηρίας>. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλλει οὖν ὁ οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστι<ν αὐτῷ> ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καὶ τινες τῶν πρώτων κληθέντων ἔσχατοι· καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγΟι. Εἐκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώτερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγφ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ' ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα· τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.