Ancient Greek · ~9 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 1
Not analysed yet
Μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα κατ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς καὶ τὰ ἑξῆς εως του· καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται (20, 17 —19). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· »ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας· »παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα«. Ὁ προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὐτόν, ὡς καὶ αὐτὸς Χριστὸν ἐμιμήσατο, καὶ εἰπών· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμως〉 ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ »τὴν ζώνην«, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄωδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν« ἀπελθόντα εἰς »Ἱεροσόλυμα«. μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. παθὸ)ν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων »αὐτὸν ἀναβαίνειν εἰς ‘Ιεροσόλυμα« εἶπε· »τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς ‘Ιεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπέρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ«. ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμενους επιπονους πειρασμους, ομοσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ> κατὰ τὸ χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μέν τὸν σωτῆρα, μετὰ δέ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ »ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα »ὅτι Ἰωάννης παρεδόθη« εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ Χρεία εἰς τὸ δοκιμάζειν, ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δέ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ <ποτε> θανάτου κινδύνων καταφρονεῖν.