Ancient Greek · ~9 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.5
Not analysed yet
Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· δέδοται· δὲ πὰσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν ακὶ δεόντως αὐτῇ χρησαμένοις. ἵν’ εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὗν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ὅς φησι· »καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ἀρσαθερθᾷ βασιλεῖ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με«. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑραήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδεσ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ ἡσαΐου ἐν τῷ »ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος«. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· »μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ« καὶ τὰ ἑξῆς ἕως τοῦ »κρείττονα υἱῶν καὶ θυγατέρων«. καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον. τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή- σωμεν συλλαβόντες ἀπὸ τοῦυ θείον πνεύματος (ὡς ἐκεῖνος καὶ οἹ σὺν αὐτῷ) ὁράματα καὶ προφηττείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ <τοῖς> διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἴνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ <ἢ> δεῖ <νοΐ> νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν, δέον »πνεύματι« ζῶντα »καὶ πνεύματι« στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.