Ancient Greek · ~12 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.6.1
Not analysed yet
Τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς ἔως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13—15). Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ; βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖτας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὄτι οὐκ ἔστιν ὄτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἶς λέγοι ἄν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ »ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαα ἄ μοι ἔδωκεν ὁ θεός«. καὶ ἀπὸ τῶν πα ιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν »ἐνκ στόματος« ἀμφοτέρων καταρτιζέτω »αἶνον«, ἴνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς ᾐσθημένοι τῆς τοιαύτης γωμεν τὸ »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«. παισία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος . ἔλεγε· »κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ. σημεῖον τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νἠπιοι καὶ θηλάζοντες, »χρείαν ἔχοντες γάλακτος. οὐ στερεᾶς τροφῆς«, πρὸς οὔς λεγοι ἄν <ὁ λέγων> (»ὡς ἄν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα« θάλπων αὐτοὺς) τὸ »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, <ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε«>. Εἶτ' ἐπεὶ οἱ μνησθέντετς εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὄτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνἐχθη παιδία τῷ Ἰησοῦ ἤ (ὠς ὁ Μᾶρκος) »προσέφερον αὐτῷ <παιδία« ἤ (ὡς ὁ Λουκᾶς) »προσέφερον δὲ αὐτῷ> καὶ βρέφη« ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη ἤ τίνες προσέφερον, ἄμα <πάντες>παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονένων ἤ ἀπὸ τῶν μητέρων, ἤ· »προσέφερον αὐτῷ βρέφη« ἤ »παιδία« αἱ μητέρες ἂὐτῶν), ἤ γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἴνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἤ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία παροσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προοσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον »ἵνα ἅψηται αὐτῶν«, κατὰ δὲ τὸν εἰπόντα »βρέφη« αὐτὰ εἶναι Λουκᾶν »ἵνα αὐτῶν« ἅπτηται«. τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρίεφη, οὐ δυνάμενα ἀκούειν ἄπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἤ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέτος αὐτοῖς, σύμπτωμα ἤ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὖ φθάσας ὁ Ἰησοῦς ἥψατο.