Ancient Greek · ~19 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.7.1
Not analysed yet
Οἶμαι δ' ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ <παιδία ἤ τὰ> βρέφη τοῦτ' ἐποίουν, ἴνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς <καὶ> διὰ τῆς ἀφῆσ ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ ὁ σωτὴρ οὖν οὐχ <ὡς> ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἤπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία <ἤ τὰ βρέφη> τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἤ τίνες προσέφερον, ἀκολούθως ἄν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἄγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἴνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἴς ὤφθη, καὶ εἴτις αὐτῷ πιστεύειν βούλεται ἀπὸ »παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι ἤ ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἄν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παισδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺ γάλακτος χρῄζοντας, προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως ***πείθεν ***ὡς ὁ δυνάμενος λέγειν· »Ἕλληςί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμέ«. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων> καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι. Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ »βλέπετε γὰρ τὴν κλῆσιν ὑμπων, ἀδελφοί, ὅτι οὐπολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεὶς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο9 ὁ θεὸς «<«τὰ ἀσθενῆ« καὶ »τὰ ἀγενῆ« καὶ> »τὰ μὴ ὄντα, ἵνα τὰ ὄντι καταργήσῃ«. βλεπέτω τις οὗν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα »τὰ μωρὰ τοῦ κόσμου«, καὶ »τὰ ἐξουδενωμένα« »καὶ τὰ ἀγενῆ«*** καὶδιὰ τοῦτο λεχθηςόμενα ἂν καὶ παιδία <καὶ βρέφη>, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφηυ καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ <ὁ> διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς <αὐτοῦ ἤδη> ὄντας ἄνδρας συγκαταβαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις <ὡς> παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ γὰρ αὐτὸς »ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή- σατο τὸ εἶναι ἴσα θεῷ«, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου«, καὶ ὑπὶ τοῦ Ματθαίου ὅτι »ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον«· καὶ μετ’ ὀλίγα »ἐλθόντες (φηςίν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ«. καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν <τοιοῦτον καὶ> τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· »ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον«. πάλιν τε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωςὴφ ἐν Αἰγύπτῳ λέων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ«. καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν »ἑαυτὸν ὡς παιδίον«, ὥστ’ ἂν εἰπεῖν ὡς τὸ »μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἱμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, οὕτῶς καὶ τὸ »μάθετε ἀπ’ ἐμοῦ« γενομένου ὡς παιδίον, πῶς λέγω τὸ ***τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού- των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, δυνάμενος »ἐν βάρει εἶναι ὡς Χριστοῦ« ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.