Ancient Greek · ~7 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.8
Not analysed yet
Τόυτων δὲ ἐπιμελῶς ἀκουστέον, ἵνα μὴ φανταςίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκληςίᾳ μικρῶν ἀλλ’ εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνακαὶ δι’ ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παιδία προσφέρεσθαι τῷ Ἰησοῦ οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία <ἐν ταπεινότητι> τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ ἡμᾶς τοιούτους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν· καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ »πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«, μάλιστα ἐπεὶ ἐν τοῖς ἀνωτέρω γέγραπται τὸ »ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὑτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«. καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπιτιμῶντας μαθητὰς παιδίων προσφεομένων τῷ Ἰησοῦ τοῖς προσφέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύνηται τοῖς λεγομένοις, ὅτι ἐπέθηκε μὲν τοῖς παιδίοις ὁ Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπορεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐναφεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς ἐπορεύθη ἀπὸ τῶν παιδίων, ***μὴ δυνηθέντων ὁμοίως τοῖς ***μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. Εἴπερ δὲ »λόγια κυρίου« ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ »λόγια ἀγινὰ« καὶ »ἀργύριον πεπυρωμένον«, »δοκίμιον«, ἀπεσταλμένον «τῇ γῇ« καὶ ἀκριβῶς »κεκαθαρμένον« καὶ »ἑπταπλαςίως«, ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ ἣν ἐκτιθέμενος τὰ κατὰ τὸν τόπον ὁ Ματθαῖος δύο μὲν εἶπε τὰ βουλήματα τοῦ προσενη- νέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ τὰ παιδία, οὐκέτι ἵνα μόνον τὰς χεῖρας αὐτοῖς ἐπιθῇ ὁ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται.