Ancient Greek · ~24 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 16.1
Not analysed yet
Ἁλλὰ ζητήσει τις πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτο)ς ἐχόντων· των· εὐθέως δέ ἀποστελεῖ αὐτοὺς« -ἤ »καὶ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πόλιν ὧδε«. λύσεις δέ τὸ ἐπηπορημένον ζητήσας τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένο)ν <ἢ ἐκεῖνος περὶ οὗ φησιν ὁ ἀπόστολος>· »ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ᾧ <ὅτι> μηδαμῶς ἀντλέγειν ἔμελλε τῶν λεγόντων τις · »εἰς τί λύετε τὸν Πῶλον ; «ἢ ὁτιποτοῦν βοσκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει ἤ· »ἐάν ἐόν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴποτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει« · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐόν τις φησὶν) ὑμαῖς ἐρωτᾷ· διὰ τί λύετε ; οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείον ἔχει«. καὶ ζητήσεις εἰ μετὰ <τὸ εἰς >τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα. ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἶνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ Πῶλος ἔργον κατὰ τὸ σιωπώ- μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δέ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν. ἐν οἷς μετὰ τὸ »μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« ἑξῆς γέγραπται τὸ »μακάριοι οἱ προεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μέν τῶν μακαριζομένων ἡ βασιλεία« ἐστὶ τῶν οὐρανῶν«· δεύτερον δὲ »καληρονομήσουσι τὴν γῆν«, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν. Ἐὰν δέ ὄνος καὶ πῶλος, οἷς ὁ σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζῲοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον. τάχα γὰρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι <ὡς> κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ, κατὰ τὸ »κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί«. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δέ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου Ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐδέ πῶλος, ἀλλὰ ἀπ[οστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν <ἀξιοῦσθαι θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ γυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τόν πρότερον τόπον, οὐκέτι <δ᾿ >ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν <ὥν> κύριος, ἅπαξ παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸτῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πόλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα ου πεποιηκεν εργου. δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δέ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηριω̣ καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν» τοῦ πνεύματος«) τὴν θυγατέρα τοῦ βεοῦ Σιὼν καὶ θυγατέρα οὐτοῦ τὴν Ἰερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ ἀυτῇ »ὁ βασιλεὺς δίκαιος καὶ σῴζων«,<καὶ οὐχ ἁπλῶς »σῴζων«> ἀλλὰ <»δίκαιος καὶ σῴζων«, τουτέστι> μετà τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δέ ἤρχετο εἰς Σιὼν κοὶ Ἱερουσαλὴμ »πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον« ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν »ἃρματα ἐξ Ἐφραΐμ«, παραπλήσια τυγχάνοντα ἃρμασι Φαραώ, ὅτε »ἃρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτου ἒρριψεν εἰς θάλασσαν«. ἤρχετο δέ καὶ ἵππον« ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἳνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. πῶς δέ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἂξιον τὸ οὕτως ἒρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἒμελλεν ἐξολοθρεύεσθαι πᾶν »τόξον Πολεμικόν«, ἴνα μηκέτι »οἱ ἁμαρτωλοὶ« ἐκτείνωσι τόξα μηδέ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνη τοὺς εὐθεῖς τῇ καρδίᾳ«; ἔμελλε δέ τότε καὶ πλῆθος καὶ εἰρήνη« εἶναι ἀπὸ τῶν πιστευόντων καὶσῳζομένων»ἐθνῶν«, κατάρχοντος »ὑδάτων ἓως θαλάσσης« τοῦ σωτῆρος, κατάρχοντος δέ καὶ »ποταμῶν διεκβολὰς διεκβολὰς γῆς« καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς. Ὁ δέ θέλων ἁπλούστερον ἐπὶ τοῦ <τῶν Ἰουδαίων> ἐπιδεδήμηκεν ὁ σωτὴρ ἀκούειν τὸ θύγατερ Σιὼν« καὶ »θύγατερ Ἰερουσαλὴμ« φήσει ὅτι ὁ λόγος μέν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἒξια οὐδέ παραξάμενοι τὸ περὶ τοῦ κηρύσσειν Πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· »ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ θεοῦ· ἐΠεὶ δέ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐδδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον« ἢ ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων«, παρὰ δὲ θεοδοτίωνι· »αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου«, παρὰ δὲ Συμμάχῳ· »αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον Λ· αὶ πῶλον υἱὸν ὀνάδος», ἐν δέ τῇ πέμπτη ἐκδόσει· αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὂνων«, καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ σωτήρ · »ἐπτώχευσε« γὰρ »πλούσιος ὤν, ἳνα« οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν »τῇ πτωχείᾳ« αὐτοῦ πλουτήσωσιν.