Ancient Greek · ~11 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 17.1
Not analysed yet
Ἲδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθφαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. ταῦτα δέ ἦν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν«. ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν OIKON ΣΙΑΓΟΝΩΝ (ἥτις τῶν ἱερέων ἦν χωρίον), Βηθανία δὲ ΟΙΚΟΣ ΥΠΑΚΟΗΣ. ἐπὲ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον, ἵν᾿ ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος. ἀφ᾿ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ »τῷ τύπτοντι εἰς τὴν σιαγόνα«δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβλον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθγαγὴ ἦν, ὅθεν ἐκθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων. Καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν <ἡ ἐκκλησία> ἐστίν, ἳτινεσ λέγουσι καρποφοροῦσαι καλλιέλαιος οἶσαι · »ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἲκῳ τοῦ θεοῦ« · καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς« Χριστοῦ »τραπέζης«, τεκνία καὶ »υἱοὶ« ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον ἵνa λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον <τάχα οὐκ ἀλόγως> μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις »κοινωνίας«, ἵνα Πέτροςμέν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δέ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι λέγω δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμη καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ᾿ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἂλουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα. Ἒτι δ’ ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μέν ἔν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἀλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐόν τις λέγη αὐτοῖς »τί λύετε τὸν πῶλον ; «ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων· κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ σειροῖς τῶν ἰδίων ἁμαρτιῶν« σφιγγομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουδᾶν <καὶ> πῶλός δεδεμένος, »ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν«· οὐδέν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> ἐπέπρακό <ποτε> καὶ τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτοῷ ἐπικαθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἳνα ὑπ᾿ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. τοσαῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἲδομεν· ὁ δέ δυνάμενος καὶ χο)ρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.