Ancient Greek · ~14 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 16.1-2
Not analysed yet
τὸ δὲ τότε λέγει τοῖς δούλοις ἀυτοῦ· ὁ μὲν γόμος ἕτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἄν εὕρητε καλέσατε εἰς τοὺς γάμους ἀναφέροιτο ἄν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντος Ἰουδαίοις· »ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἱδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«. αἱ διέξοδοι οὖντῶν ὁδῶν τὰ >ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματο, παρ’ αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὕς ἐὰν εὕρωσιν. εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς καλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα I ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἶς ἐφαρμόζοις ἄν τὸ τοιοῦτο ἀποστολικόν· ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν. οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος · οἵτινες ἐνδείκνυνται τό ἔργον τοῦ νόμου γραπτὸν ἐν τοῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως«. καὶ ἐπλήσθη γε ὁ Χριστοῦ <καὶ> τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων <τῷ θεῷ> ,τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις. Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγαθοῦς καλεῖσθαι <μὲν ἔ> δει, οὐ μὴν ωστε τους πονηρους μενειν πονηρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γόμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά- μου, »σπλάγχνα οἰκτιρμοῦ, χρηστοτητα, ταπεινοφροσυνην, πραοτητα, μακροθυμίαν« ταῦτα ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους ,πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μέν τοὺς ἔχοντος ἔνδυμα γάμου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γόμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γόμου; εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαινωδεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων τόπον ἀπολογίας« φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δέ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τετογμένων, δεθέντα τὴν πορείαν ᾗ οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, ρὐ μόνον ἀπὸ τοῦ γόμου ἐκβληθῆναι, ἀλλ' ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς >καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. κοὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μέν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται κοὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον ,ἔνθα κατὰ τὸ »οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε«, ὁ κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ' ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐνδεδυμένοι ἔνδυμα γόμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ ἐπιφέρεται τῇ ὅλη παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κληθέντας οὐ πάνατας δὲ ἐληλυθέναι ἀλλ' ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.