Ancient Greek
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 17
Not analysed yet
Ταῦτα μέν οὖν ὁλοσχερέστερον εἰς τὴν παραβολὴν λελέχθω, πειρασόμεθα δέ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ὄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μέν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δέ τὰ βασιλευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον τοῦ] εἰσελθεῖν, οἱ δέ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὅς μέν εἰς τὸν ἴδιον ἀγρόν ,ὅς δέ ἐπὶ τὴν ἐμπορίαν αυτου, καὶ ἄλλοι <δὲ> κρατήσαντες δούλους ὕβρισαν καὶ ἀπέκτειναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, κοὶ οἱ ἀπὸ τῶν <διεξόδων τῶν> ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγαθοί, ἕως ἐπλήσθῃ ὁ γόμος ανακειμενων, και ο εν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γόμου, καὶ οἱ κελευσθέντες διάκονοι δῆσαι τὸν μὴ ἔχοντ(ι ἔνδυμα γόμου ποδῶν καὶ χειροῖν καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐδύνατο μέντοι γεγράφθαι· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄνθρωπος προσθήκης. ἀλλ' ἐπεὶ πρόσκειται καὶ τὸ ἀνθρώπῳ, ἀναγκαῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἄν ὡς ἐμοὶ δοκεῖ) σαφηνισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγορίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγούμενος καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῇ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«, ἑνὶ δέ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι«.