Ancient Greek
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 2.1
Not analysed yet
Μήποτ᾿ οὖν τὰ κατὰ τὸν τόπον τοιαυτ εστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ »θησαυροὶ« ὁποίους δεῖ εἶναι τοὺς »τῆς σοφίας« θησαυροὺς καὶ »τῆς γνώσεως« καί εἰσιν οὗτοι «ἀπόκρυφοι«· καὶ εἳ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ »ἂρρητα ῥήματα. ἃ οὐκ ἒξετιν ἀνθρώπῳ λαλῆσαι«, εἰδείη ἂν τὴν »ἐν μυστηρίῳ σοφίαν«, »τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν« τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας καὶ τῆς γνώσεως« ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ΄ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεύρητοι. οἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι κοὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ »εἰκὼν τοῦ τοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως«, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων«. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεροι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας· καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν δια\φορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. κοὶ »πολὺς« ἂν »ὁ λόγος καὶ δυσερμήνευτος« εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ᾿ αὐτῶν πραγμότων. ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι »πρὸς αἷμα καὶ σάρκα« παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις »ἡ πάλη« »πρὸς τὰς« ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας »ἐξουσίας«. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες »τοῦ σκότους τούτου« καὶ »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις«, τάχα δέ καὶ ἀρχαί, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα <καὶ τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε παραδόσεων [εἴτε καὶ] εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος <καὶ τὴν ἰδιότητα> ἀπὸ τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς ςἶναι ἐπιστήμης ἐν αὐτῷ. Καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος Ἁαρὼν ἢ ὁ Ἐλεάζαρ ἢ ὁ Φινεὲς ἢ ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας δοετέέσαν) οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰκος οτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομαθοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μαθημάτων παρέστησεν ἂν ἀρξάμενος ὁ σωτὴρ λόγον, ὃν οὐδὲ ὁ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐληλυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ' αὐταῖς, εἴτε ψυχῶν εἴτε κοὶ ὁποιωνποτοῦν λογικῶν, διεξώδευσε δ’ ἂν καὶ τόν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, κοὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ὄν. εἰκὸς δ’ ὅτι ἐδίδαξεν ἂν ἀνάλογον τῷ »ὁ νόμος« »διαταγεὶς δι' ἀγγέλων« καὶ τῷ »εἰ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος« (ἀνάλογόν φημι λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ τὰς γραφἂς ἐξουσίας), οἶον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ἢ ποίοις <ἐναντίαις ἐξουσίαις> τῶν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἡ ἐξουσία διακονουμένη τῇ μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μωσέως, τίς δὲ ταύτῃ ἐναντία διακονου- μένη τῇ μεταμορφώσει τῶν Αἰγυπτιακῶν ῥάβδων εἰς δράκοντας· καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας ἀφ' ἧς κατέπιεν ἡ τοῦ Ααρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναντίων τίων ἦν ἐξουσία συμπνέουσα καθ' ἑκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’ αὐτῶν ἀποστολὴν λὴν δι' ἀγγέλων πονηρῶν. εἶπε δ’ ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυπτίων, τίς τε ἐξουσία ὑπηρετήσατο τῇ διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ' ἂν καὶ τὴν ἐξουσίαν ἢ διηκονήσατο τῷ ἀπὸ πέτρας ὑδατι. καὶ ἤτοι τὴν αὐτὴν ἢ ἄλλην παρέστησεν <ἄν> τῷ τῷ τοῦ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία ἡ τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ σαββάτου ἡμέρᾳ φυλάττουσα. Καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μωσέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν ἂν ὁ σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως ; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίς τε ἡ ἐξουσία τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύσασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου δέ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζητηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕ- τως ἐπελθὼν ὄν ὁ σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυστήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξουσίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἃ ἔβλεπεν ὁ λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ κειτουργοῦ θεοῦ οὐδέ διό τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πατρός.