Ancient Greek · ~8 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 3
Not analysed yet
Ἐπεὶ δέ οἱ ἐνταῦθα ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρημάτων, μάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀποκρίνεται ἀλλ' ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλόγως τοὺς πυομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο λέγων· οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ<ἀεὶ> πεποίηκεν, ἢ τινὲς μὲν κατ᾿ ἀρχὰς ἐν τῇδε προκόψαντες δὲ ἔν τινι μείζονι. πλὴν ὁ σωτὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ᾗ ἔλαβεν ἀπὸ τοῦ πατρός· τὸ γὰρ οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐνποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ διδάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ <μιᾷ> μὲν πεποίηκεν· ἐν ποίᾳ δὲ οὐ παρέστησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξουσίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ᾿ τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἐστὶν ὁ Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παραπλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυνθάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέναι περὶ ὧν βούλονται μαθεῖν. ζητήσει δέ τις, πότερον βουλόμενος αὐτοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθόμενος ἦν, ἢ ἀναγκαίως περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀποκρινηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἐπεὶ Ἰωάννης »φωνὴ βοῶντος« ἦν »ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου«, καὶ οὗτος ἦν περὶ οὗ ὁ προφήτης ἔλεγεν »ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, διὰ τοῦτο (oἶμαι) πυνθάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν ’οὐκ οἴδαμεν, δαμεν. διὰ τὰ ἀναγεγραμμένα, καθ’ ὑπόθεσιν δέ εἰπὼν ἂν πρὸς τὸ ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰωάννου ἀποκρίσει ἐξουσίαν.