Ancient Greek · ~20 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 22.1-2
Not analysed yet
καὶ ἐν τοιούτοις γόμοις νόει τὸ ἑτοιμαζόμενον ἄριστον ἐκ στερεᾶς ἐν πενυματικοῖς λογίοις τροφῆς. καὶ τὸ στερεὸν τῆς τροφῆς τροπο- λογούμενόν μοι νόει ἐν τοῖς ταύροις, ἀλλὰ καὶ τὸ πνευματικὸν τῆς αὐτῆς θεωρίας ἐν τοῖς θυομένοις σιτιστοῖς, κοὶ τὴν ἄλλην δὲ ποικλίαν, τὴν ἀνάλογον τοῖς σωματικοῖς πνευματικὴν θεωρίαν, <ἐν> τῷ καὶ τὰ πάντα ἕτοιμα. ὁ γὰρ βασιλεὺς ἐν δαψιλείᾳ βασιλικῇ ἀξίως τῆς βασιλείας καὶ τοῦ πλούτου ἑαυτοῦ τὸ τοιοῦτον ποιεῖ ἄριστον. Δοκεῖ δή μοι εὐγενῶν τινων ψυχῶν Ἰσραηλιτικῶν γεγονέναι ἡ προηγουμένη κλῆσις εἰς τοὺς γάμους. προηγουμενως γαρ διὰ τῶν καλούντων τῷ τῆς διδασκαλίας λόγῳ βούλεται ὁ θεὸς ἥκειν εἰς τὴν μακαρίαν ταύτην ἑστίαν τοὺς πρὸς σύνεσιν εὐφυεστέρους. καὶ ἔστιν ἰδεῖν ὅτι οὐ θέλουσιν οἱ τοιοῦτοι ἐλθεῖν εἰς τὴν κλῆσιν, καὶ διὰ τοῦτο ἀποστέλλονται ἄλλοι δοῦλοι προκαλούμενοι τοὺς μὴ θέλοντας ἐλθεῖν καὶ ἐπαγγελλόμενοι, εἰ ἔλθοιεν οἱ κεκλημένοι, μεταλήψεσθαι αὐτοὺς ἑτοιμασθέντος ὑπὸ τοῦ βασιλέως ἀρίστου, καὶ ταύρων τῶν ὡς ἐν καθαροῖς πόντων τῶν καθαρῶν μειζόνων, καὶ σεσιτευμένων τῇ ποικίλῃ κοὶ πολλῇ ἀποδείξει τῶν εἰς ἕκαστον πρόβλημα νοημάτων. οἱονεὶ γὰρ σιτιστὸν παρατίθησι λόγον ἢ διηρημένον καὶ ἐν τροπολογίᾳ λεγόμενον τεθυμένον ὁ τὴν περὶ τοῦ Προκειμένου προβλήματος ἀπόδειξιν πολλὴν φέρων καὶ πλήρη. ὡς εἰ καθ’ ὑπόθεσιν) ὀλίγα τινὰ κοὶ ἀσθενῆ φέροιτο εἰς τὴν τῶν προβλημάτων ἀπόδειξιν κατὰ τὰ δοκοῦντα κατασκευάζειν αὐτά, εἶεν ἄν τὰ τεθυμένα λεπτά τινα καὶ ἰσχνὰ κοὶ (ἵν᾿ ὁμοίως ξηρὰ καὶ ἄσαρκα. ἀλλ' οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βασιλέως ἀρίστῳ, ἐν ᾧ φησιν· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, οὕτω δέ καὶ τὰ πάντα ἕτοιμα, ἵν' ἐν τῇ στάσει τῶν παίδων κοὶ τῇ λειτουργίᾳ τῶν πνευματικῶν οἰνοχόων ἕκαστος τῶν διακόνων φέρῃ εἰς τὸ ἄριστον τεταγμένος ἐκεῖνα μάλιστα, ἐν οἶς ἔμαθε διακονεῖσθαι. καὶ προτρεπόμενός γε τοὺς (ὡς εἶπον) κατὰ τὴν παραβολὴν δευτέρους, εἶπε τὸ ἰδοὺ τὸ ἄριστον ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα. καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γόμους. 23. Ἀλλ' οι προηγουμενως καλούμενοι ὡς πτωχοὶ καὶ ἄποροι τὸν νοῦν ἀμελήσαντες ἀπῆλθον, περιέποντες τὰ ἴδια καὶ εὐφραινόμενοι μᾶλλον ἐπ' αὐτοῖς ἢ οἶς ἐπηγγέλλετο διὰ τῶν ἀποσταλέντων δούλων ὁ βασιλεύς. καὶ ὅρα ὅτι ὁ μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ ἦλθεν εἰς τοὺς γόμους, ὁ δὲ ἐμπορίαν I κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς »καλοὺς μαργαρίτας« κοὶ εὑρόντος »ἕνα πολύτιμον« καὶ ἀποδομένου τοὺς πολλούς, ἶνα ἀγοράσῃ τὸν ἔνα. πλὴν οὐκ αἴσιος ἡ ἐμπορία αὕτη, ἐφ’ ἥν ἀπελθὼν ὁ κεκλημένος οὐ μετέλαβε τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρίστου κοὶ τῶν τεθυμένων ταύρων κοὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων. ὅσοι μέν οὖν τῶν διορατικῶν κληθέντες οὐκ ἔρχονται εἰς τὴν κλῆσιν, οὐ μὴν καἲ τοὺς ἀποσταλέντας δούλους ἐπὶ τὸ καλεῖν ὑβρίζουσι καὶ ἀναιροῦσι, μετριώτεροί εἰσι τῶν ταῦτα τετολμηκότων καὶ ἀναπαύονται ὅς μέν εἰς τὸν ἔδιον ἀγρόν, ὅς δέ ἐπὶ τῇ ἐμπορίᾳ αὐτοῦ. οἱ δὲ εἰσί. δοκεῖ δή μοι ὅτι ἐκπεπτώκασιν οὗτοι ἐπὶ παρασκευὴν ἐρισικῶν καὶ σοφιστικῶν λόγων, ἐν οἷς κρατοῦντες τῶν ἀποστελλομένων δούλων οὐ παρεσκευασμένων μένων πρὸς τὸ λύειν σοφίσματα ἢ κρατεῖν δοκοῦντες. ὑβρίζουσι τοὺς διακονουμένους τῇ κλήσει. καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σοφίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν οὐ βουλομένων δέ πιστεύειν πιστεύειν τῇ ἀληθείᾳ· τινὰς δέ αὐτῶν καὶ ἀναιρουμένους ὑπ' ἐκείνων, οἷς ὁ βασιλεὺς ὀργισθῆναι λέγεται, ἐπειδὴ ἔφθασε ἡ« καλουμένη »ὀργὴ ἐπ' αὐτούς«. Τό δέ ἔργον τῆς ὀργῆς ἐστι πεμφθῆναι τὸ στράτευμα τοῦ βασιλέως, ἤτοι τὸ πλῆθος τῆς οὐρανιου στρατιας« η τους τεταγμενους ἐπὶ τῶν κολάσεων ἀγγέλους· καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν ὁ βασιλεύς. οἱονεὶ γὰρ πόλις <ἀσεβῶν> σύστημα καθ' ἕκαστόν ἐστι τῶν συγκεκροτημένων ἐν τῇ σοφίᾳ τῶν ἁρχόντων τοῦ αἰῶνος τούτου« δογμάτων, ἥν ἐμπίρησιν ὁ βασιλεὺς κοὶ ἔξαφανίζειν, ὡς ἐκ μοχθηρῶν οἰκοδομημάτων συνεστηκυῖαν. καὶ ἐπάν ποτε κατανοήσῃς καθαίρεσιν εἴτε »ψευδωνύμου Ι γνώσεως» εἴτε ὁποιωνποτοῦν λόγων ἐπαγγελλομένων ἀλήθειαν, καὶ ἀνατροπὴν αὐτῶν γενναίαν, μὴ ὄκνει λέγειν τὸ τοιοῦτον γεγονέναι ὑπὸ τῶν στρατιωτῶν τοῦ θεοῦ ἐμπιπράντων τὰς τῶν ἐχθρῶν τῆς ἀληθείας <τοῦ θεοῦ> πόλεις. ἐνεπρήσθη μέντοι καὶ ἡ πόλις τῆς Ἰουδαϊκῆς διδασκαλίας μετὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἧς ἐμπρησθείσης εἶπε τοῖς δούλοις αὑτοῦ ὁ βασιλεὺς ἀπο- στόλοις ριστοῦ ἢ ἀγγέλοις θεοῦ τεταγμένοις ἐπὶ τῆς κλήσεως τῶν ἐθνῶν· ὁ μέν γάμος ἔτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. κοὶ ἔστιν ἰδεῖν ἀπὸ πάσης ὁδοῦ ἰδιωτικῶν καὶ οὐκ ἰδιωτικῶν δογμάτων τῶν κατὰ τὰ ἔθη τῶν ἐθνῶν καὶ πόλεων καὶ κωμῶν κοὶ τόπων τοὺς καλουμένους εἰς τοὺς γάμους ἀπὸ τῶν προσταχθέντων τοῦτο ποιεῖν. ἐξελθόντες δέ οἱ δοῦλοι, εἴτε ἐπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὕς ἐὰν εὕρωσι, πονηροὺς ***,ἵνα ἀποθέμενοι τὴν πονηρίαν τὸ τὸ ἀλλότριον τοῦ γόμου ἔν δυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων <ἔργων> ἀγαθῶν τὸ δυμα τοῦ γόμου πληρώσωσι τὴν τοῦ γόμου ἑστίαν ἑαυτῶν ἀνακειμένων.