Ancient Greek · ~9 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 24-2
Not analysed yet
Ἐπὰν οὖν πλησθῇ γάμος ἀνακειμένων καὶ προσαναπαυσαμένων τῇ πίστει καὶ τῇ θεοσβείᾳ, τότε εἰσελεύσεται ὁ βασιλεὺς ἐπιθεωρῆσαι καὶ κρῖναι περὶ τῶν ἀνακειμενων, ινα τον μεν ουκ εχοντα ἔνδυμα γόμου ἐλέγξας κολάσῃ, τοῖς δέ λοιποῖς τὸ ἠτοιμασμένον ἄριστον παραθῇ καὶ τὰ τεθυμένα σιτιστὰ μετὰ τῶν ταύρων καὶ τὰ λοιπὰ πάντα οσα ητοιμασεν. ἕνα δέ εἶδε τὸν ἐνδεδυμένον ἐνδεδυμένον ἔνδυμα γόμου, εἰς ἔν γένος ἢ εἶδος ἀναφέρων τοὺς τὴν πρὸ τῆς πίστεως κακίαν τηρήσαντας καὶ μὴ ἀποδυσαμένους αὐτήν. κοὶ μέμφεταί γε τῷ τοιούτῳ, ὡς κακῶς ποιήσαντι κατὰ τὸ τετολμηκέναι εἰσελθεῖν εἰς τοὺς τοιούτους γόμους μὴ ἀναλαβόντι τὸ τοῦ γόμου ἔνδυμα, τὸ ὕφασμα τῆς ἀρετῆς, τὸ λαμπρὸν ἱμάτιον, περὶ οὗ Σολομῶν ἐν Ἐκκλησιαστῇ ἐνετείλατο λέγων· ἐν παντὶ κοιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά. φιμοῦται δέ ὁ τολμήσας εἰσελθεῖν χωρὶς ἐνδύματος γόμου εἰς τὸν λαμπρὸν τοῦτον γόμον καὶ οὐ δύναται λέγειν· ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ ειπόντος τοῖς διακόνοις ἄλλοις <ἄλλοις> τὰ στρατεύματα), ἵνα δήσατντες αὔτοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο οὔτε γὰρ ἥν ἔδει πορείαν περιεπάτησεν οὔτε ἅς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβάλωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἕστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ <σβάλωσιν εἰ> τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φωτὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσασθαι θεόν, καὶ τοὺς ὀδόντος βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντος τὸν ὅμφακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας. τοῦ γὰρ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες« αἱμωδιάσουσιν · ὀμφακα δὲ κἀκεῖ νομιστέον λέγεσθαι τὴν κακίαν τοῦ μὴ ἐπιλανθανομένου τῶν »ὀπίσω« μηδ᾿> τοῖς ἐμπροσθ« ἀλλὰ παραμείναντος αὐτῇ, δέον ὁδεῦσαι ἐπὶ τὸ πέπειρον καὶ γλυκεῖαν ποιῆσαι τὴν τῆς ἀρετῆς σταφυλήν. Ἐπιφέρει δὲ ὅλη τῇ παραβολῆ διὰ μέν τοὺς πολλοὺς τῶν κεκλημένων καὶ μὴ γενομένων ἀξίων τὸ πολλοὶ γάρ εἰσιν κλητοί, διὰ δὲ τοὺς εἰσελθότας εἰς τόν γόμον κοὶ ἀνακλιθέντας ἐκεῖ ὡς ὀλίγους τὸ ὁλίγοι δὲ ἐκλεκτοί. καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν (ἵνα ἁπλούστερον ὀνομάσω) ἐκκλησιῶν καὶ ἐξετάσαι, πόσοι μέν οἱ βιοῦντες ἐπιεικέστερον καὶ μεταμορφούμενοι »τῇ ἀνακαινώσει τοῦ νοός«, πόσοι δὲ οἱ ῥᾳθυμότερον πολιτευόμενοι καὶ συσχηματιζόμενοι »τῷ αἰῶνι τούτῳ«, ἴδοι ἄν ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ σωτῆρος φωνή · πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. Καὶ ἀλλαχοῦ λέλεκται· »πολλοῖ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι« καὶ »ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι ὀλίγοι εὑρίσκουσιν αὐτήν«.