Ancient Greek
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 21
Not analysed yet
ζητήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, <οὕτως> ἐν θρόνοις ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις · τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῷ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι ; Οὗτος δὴ ὁ ὁμοιωθεὶς ώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους. καὶ ἐπιστήσεις εἰ, ὥσπερ <ἐπὶ τῶν σωματικῶν> ἄλλη ἡ γαμουμένη νύμφη παρὰ τοὺς καλοῦντας δούλους καὶ τοὺς κεκλημένους εἰς τοὺς γόμους, οὕτως καὶ ἐπὶ τῶν μυστικῶν πραγμάτων οἱ μέν τινές εἰσιν ἀναλαμβανό- μενοι εις το συστημα της νυμφης, ἄλλοι δέ εἰς τὴν τάξιν τῶν ἀποστελλομένεν δούλων καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, κοὶ τρίτοι παρὰ τούτους οἱ κεκλημένοι εἰς τοὺς γάμους. θεὸς δ’ ἄν εἰδείη τὰ διάφορα τάγματα τῶν ψυχῶν ἢ σὺν αὐταῖς καὶ δυνάμεων, καὶ τὴν αἰτίαν τοῦ τούοδε μέν ἐπὶ τὸ σύστημα τῆς νύμφης ἀναλαμβάνεσθαι, ἑτέρους δέ ἐπὶ τοὺς δούλους τοὺς διακονουμένους <ταύτῃ> τῇ κλήσει, κοὶ ἄλλους ἐπὶ τοὺς καλουμένους. ἐν πνευματικοῖς δέ γάμοις κοινωνιαν νόει λόγου νυμφίου <ὑποδοχήν,> τόκον δὲ καλῶς ποιούμενα νύμφης ψυχῆς, γαμουμένης λόγῳ καὶ μὴ φθειρομένης ὑπ' αὐτοῦ, ἀλλὰ καὶ καθ' ἑκάστην τὴν πρὸς αὐτὸν κοινωνίαν ἀφθαρσίας μεταλαμωανούσης καὶ γεννώσης, ὁποῖα γένοιτο ἐκ τοιούτων γόμων λογικὰ γεννήματα.