Ancient Greek · ~6 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 23
Not analysed yet
Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἲδωμεν εἰ δύναται καὶ οὓτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἒλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἶνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἡς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοτες πο,λούντων κα]κι ἀγοραζόντων λογισμῶν |καὶ ἂλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἂλλων πωλούντων καὶ ἀπεμπολούντων εἲ τι ἃγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λο- γισμῶν τὸ γέγραπται· ὁ οἰκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆσπροσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δέ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι· »σταύρου σταύρου αὐτόν«, περὶ δέ τοῦ λῃστοῦ Βαραββᾶ · »άπόλυσον ἡμῖν τὸν Βαραββαᾶν«. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δέ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν »τῆς πονηρίας« Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον κοὶ εἰς φυλακὴν« κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθπηναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.