Ancient Greek · ~2 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 24
Not analysed yet
Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (Matth. 21 14-16). Τὰ μὲν τῆς λέξεως δῆλα. ἀκολούθως δὲ ταῖς προαποδεδομέναις ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐδὲ (ἵν᾿ οὕτως ὀνομάσω) εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἂλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἳτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυιτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραΠεύονται.