Ancient Greek · ~34 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 29.1-2
Not analysed yet
Ἐν ἐκείνη τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ τὰ ἑξῆς, ἕως τοῦ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. (Matth. 23 —33). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις ἢ τὰ αὐτὰ αὐτοῖς εἴρηται κοὶ παρὰ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἐν ἄλλαις κατ’ ὀλίγα λέξεσιν. Ἐν ἐκείνη τῇ ἡμέρᾳ· ποίᾳ ἢ ὅτε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ«, καὶ πυνθάνονται τὰ περὶ τοῦ κήνσου; εἰκὸς γὰρ ὅτι, ἀποκριναμένου τοῦ σωτῆρος ἡμῶν περὶ τοῦ κήνσου, καὶ εἰπόντος· »ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ«, καὶ θαυμασάντων >τὴν ἀπόκρισιν αὐτοῦ, ᾠήθησαν οἱ Σαδδο υκαῖοι, εἰδότες αὐτοῦ τὰς συνετὰς ἀποκρίσεις, ἤτοι αὐτοὶ διὰ τῆς ἐπαπορήσεως παραστήσειν ἑαυτοὺς κρείττονα λόγον ἔχοντας, μὴ εἶναι λέγοντας ἀνάστασιν τῶν ἐλπιζόντων αὐτήν, ἢ τάχα καὶ μαθήσεσθαι, πῶς δύναται εἶναι ἀνάστασις κατὰ τὴν Μωσέως γραφὴν καὶ ποῖος ὁ βίος ἔσται τῶν ἀναστησομένων. παρατήρει δὲ ὅτι σχεδὸν πᾶσα ἡ τοῦ καιροῦ τούτου τοῦ σωτῆρος ἡμῶν διδασκαλία πρὸς πεύσεις ἐγίνετο. κοὶ πρῶτόν γε ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; «πρὸς οὕς ἀντερωτήσας τὰ περὶ Ἰωάννου ἐδοξεν εὐλόγως παρῃτῆσθαι τὴν πρὸς τὸ βούλημα αὐτῶν ἀπόκρισιν. εἶτα μετὰ τοῦτο λέγει παραβολὴν τὴν περὶ τῶν δύο τέκνων, τοῦ τε >ὑπο- σχομένου ἐργάσασθαι ἐν »ἐν ἀμπελῶνι« καὶ [μὴ] ἐργασαμένου, κοὶ ἐπαγγειλαμένου μὲν μὴ ἐργασαμένου δέ. εἶτα μετὰ ταῦτα λέγει τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν καὶ τῶν ἀποκτεινάντων γεωργῶν τοὺς δούλους καὶ τὸν υἱόν, καὶ τὰ ἑξῆς τούτων περὶ τῶν εἰς τοὺς γόμους κλητῶν ἄλλην παραβολήν. καὶ μετὰ τοῦτο δευτέραν πεῦσιν τὴν περὶ τοῦ κήνσου ἀνέγραψεν ὁ Ματθαῖος, καὶ τρίτην τὴν τῶν Σαδδουκαίων περὶ ἀναστάσεως ἐπαπόρησιν. ἀλλὰ καὶ τετάρτη μετὰ ταύτην ἐπερώτησις γεγένηται ἀπό τινος Φαρισαίου πειράζοντος ἀυτὸν περὶ τοῦ · ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ ; «τοσούτων δὲ ἐρωτήσεων προσαγομένων αὐτῷ καὶ αὐτὸς »συνηγμένων τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς« τὰ περὶ τοῦ Χριστοῦ«. Οἱ Σαδδουκαῖοι μέντοι μέντοι λέγοντες μὴ εἶναι ἀνάστασιν, οὐ <μόνον> τὴν ἐν τῇ συνηθείᾳ τῶν ὀνομαζομένην ἀνάστασιν σαρκὸς ἠθέτουν, ἀλλὰ καὶ παντελῶς ἀνῄρουν τὴν τῆς τῆς οὐ μόνον ἀθανασίαν ἀλλὰ καὶ ἐπιδιαμονήν, οἰόμενοι μηδαμοῦ ἐν τοῖς Μωσέως γράμμασι σημαίνεσθαι τὴν τῆς ψυχῆς μετὰ ταῦτα ζωήν. τὸ δὲ αὐτὸ τοῖς Σαδδου- καίοις δόγμα περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς φρονοῦσι μέχρι τοῦ δεῦρο Σαμαρεῖς καὶ οἱ δοκοῦντες ἐξ ἀυτῶν εἶναι νομομαθεῖς καὶ ἕως θανάτου ἀγωνιζόμενοι περὶ τοῦ Μωσέως νόμου καὶ τῆς περιτομῆς. τοῦτο δὲ τό περὶ ἀναστάσεως σημαινόμενον λέγω δέ τὸ παρὰ Σαδδουκαίοις καὶ Σαμαρεῦσιν, <τοῖς> ἀθετοῦσι τὴν τῆς ψυχῆς τοῦτο ζωήν) νοοῦντές τινες <καὶ> τῶν κατὰ τοῦ ἀποστόλου χρόνον Κορινθίων ἐδογμάτιζον μὴ εἶναι ἀνάστασιν, περὶ ὧν ταῦτα γράφει· »εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστατσις νεκρῶν οὐκ ἔστιν ; «ὅτι δὲ οἱ ἐν Κορίνθῳ λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν κατὰ τὸ Σαδδουκαίων σημαινόμενον ἠθέτουν τὴν ἀνάστασιν] τὴν ἐπιδιαμονὴν τῆς ψυχῆς, δῆλον ποιεῖ ἐκ τοῦ »εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν«. ὅπερ ἐπιμελῶς ἐξετάσας ὄψει ὅτι ὁ μέν ἀθετῶν τὴν ἐν τῇ ἐκκλησίᾳ πεπιστευμένην ἀνάστασιν νεκρῶν, κἄν ψευδόμενος ἀθετῇ, οὐ πάντως ἐν »τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ« ἠλπικώς ἐστι »μόνον«. Christo «; ἵνα γὰρ καθ’ ὑπόθεσιν μὴ ᾖ ἀληθὴς ἡ πεπιστευμένη παρὰ τοῖς πολλοῖς ἀνάστασις, οὐκ »ἐν ταύτῃ τῇ ζωῇ« ἤλπικε »μόνον« »ἐν Χριστῷ« ὁ ἐκείνην ἀθετῶν ζώσης τῆς ψυχῆς, οὐκ ἐκεῖνο μὲν ἀπολαμβανούσης τὸ σῶμα ἐνδυομένης δὲ αἰθέριόν τι καὶ κρεῖττον. ἀλλ’ οὐδὲ »ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν«, εἰ τὴν μὲν ψυχὴν λέγοιμεν ζῆν καὶ ὑπάρχειν, τὸ δὲ σῶμα τοῦτο μὴ περιτιθεῖμεν αὐτῇ μηδὲ λέγοιμεν ἀπολαμβάωειν αὐτό. Ἔτι δὲ εἰς κατασκευὴν τοῦ πρὸς τὸ σημαινόμενον τοῦτο μάλιστα ἵστασθαι τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ συγχρησόμεθα καὶ τῷ εἰ ὅλως νεκροὶ οὐκ ἐγείροντια, τί καὶ βαπτίζονται ὑπέρ αὐτῶν ; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν ; «καὶ τῷ »εἰ κατὰ ἀνθρωπον ἐθρηιομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν κοὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν«. ἔστω γὰρ τὸ νομισθὲν παρὰ τοῖς πολλοῖς ἀληθὲς εἶναι μὴ εἶναι ἀληθὲς τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, πῶς τούτῳ ἀκολουθεῖ τὸ μάτην ἡμᾶς κινδυνεύειν ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν ἀγωνιζομένους ; πῶς δὲ οὐδὲν ὄφελος τῷ διὰ Χριστὸν θηριομαχήσαντι ***οἰκονομουμένῃ κατ’ ἀξίαν, τό δὲ πρότερον σῶμα μὴ ἀπολαμβάνοι; πῶς δὲ ἀκολουθεῖ τῷ μὴ εἶναι σαρκὸς ἀνάστασιν τὸ »φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν«; οὐ ταῦτα δέ φαμεν ἀπιστοῦντες τῷ ἐν Ἡσαΐᾳ γεγραμμένῳ τοῦτον τὸν τρόΠον · »ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ« ἢ τῷ ὑπὸ τοῦ Ἰὼβ λεγομένῳ · »ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς, καὶ ἀναστῆσαι στῆσαι τὸ δέρμα μου τὸ ἀνατλοῦν ταῦτα«. οὐκ ἀπιστοῦμεν δὲ οὐδὲ τῇ ἀποστολικῇ φωνῇ λεγούσῃ · »ζῳοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν«. ἀλλ' ὅση δύναμις καθαίρωμεν τὸ ἐν τῇ ἐκκειμένη λέξει τοῦ εὐαγγελίου σημαινόμενον ἀπὸ τῆς ἀνάστασις φωνῆς, διὸ παρεθέμετθα καὶ τὰ ἀπὸ τῆς προτέρας πρὸς Κορινθίους ῥητά. Προσῆλθον οὖν τῷ Ἰησοῦ Σαδδουκαῖοι, οἵτινες ἔλεγον μὴ εἶναι ἀνάστασιν, ἀνάστασιν δέ τὴν (ὡς ἀποδεδώκαμεν) κατ’ κοὶ ἐπηρώτησαν ἡμῶν τὸν κύριον λέγοντες· Μωσῆς εἶπεν· ἐόν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 30. ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἥν ἀνέφερον Σαδδουκαῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμμένα ὑπ’ αὐτῶν εἰρῆσθαι. ἔχει οὖν οὕτως ἐν τῷ Δευτερονομίῳ τὸ ῥητόν · »ἐὰν δὲ κατοικήσωσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἶς ἐξ αὐτῶν« καὶ τὰ ἑξῆς εως του »οἶκος τοῦ ὑπολυθέντος τὸ ὐπόδημα«. τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδουκαῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες κοὶ μηδέν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πόλιν ἔσεσθαι ἀνατάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην. καὶ ταπεινῶς ὑπολαμβάνοντες λέγεσθαι τὰ περὶ ἀναστάσεως ἐκ τοῦ ταῦτα αὐτοῖς νομίζειν ἀκολουθεῖν, πλάσαντές τινα μῦθον τὸν περὶ ἑπτὰ ἀδελφῶν γαμησάντων μίαν γυναῖκα, ἐΠηπόρουν τίνος ἂν γένοιτο γυνὴ τοιαύτη ἀναστᾶσα, φθάσασα ἅπαξ ἑπτὰ χρηματίσαι ἀνσρῶν γυνή. ἐδύνοντο δὲ καὶ χωρὶς τοῦ τοιούτου πλάσματος ἐπαπορῆσαι ἐκ τῶν πολυγάμων γυναικῶν, τάχα δέ κοὶ πολυγάμων ἀνδρῶν. καὶ ὁ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ ἀξίοις γνώσεως τηλικούτου μυστη- ῥίου· μόνον δὲ ἁπ<λῶς ἀπ> εφήνατο λέγων καὶ τὰς θείας γραφὰς ἀπαγγέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅτι ἐκεὶ μή εἰσι γόμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι οὔτε γαμοῦσιν οὔτε γαμοῦνται, οὕτω (φησὶ) κοὶ οἱ ἀπὸ τῶν νεκρῶν. ἐγὼ δ’ οἶμοι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι γίνονται οἱ καταξιούμενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα» τῆς ταπεινώσεως« γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐγοειδὲς φῶς. Ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ’ ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν. ὁ δέ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ- ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, κοὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, <καὶ> σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦτον λόγον ᾦ ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ »ἀγγέλους κρινοῦμεν« καὶ τοῦ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. εἰ δέ καὶ τὴν Ἰούδα προσοῖτό τις ἐπιστολήν, ὁράτω τί ἕπεται τῷ λόγῳ διὰ τὸ »ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπότας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν«. ὁράτω δὲ ὁ τὰ τοιαῦτα τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμμένων ὅτι »ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο«. σαφῶς δὲ τὰ κατὰ τὸν τόπον ἐπαπορῆσαι καὶ τὴν ἀκολουθίαν αὐτῶν ἐπισκοπῆσαι καὶ χάρτῃ πιστεῦδαι τὴν τῶν τηλικούτων σαφήνειαν, μήποτε οὐκ ἀσφαλὲς ᾖ· ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυνευκέναι.