Ancient Greek · ~18 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 31.1
Not analysed yet
Οὐκ ἄκαιρον δέ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ νόμου ἀπὸ τοῦ Δευτερονομίου, ἰδεῖν ὀποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα. ζητητέον οὖν ἐν αὐτῷ τίς ἡ μία γυνὴ καὶ τίνες οἱ δύο ἄνδρες οἱ ἀλλήλων ἀδελφοί, <ὧν> πρότερον γαμῶν ὁ ἕτερός <ἐστι> τὴν οὐ καρποφορῶν δέ ἐξ αὐτῆς, δεύτερον δέ γαμῶν ὁ τοῦ τεθνηκότος ἀδελφὸς καὶ γεννῶν παιδίον ἐξ ὀνόματος τοῦ τετελευτηκότος. καὶ μετὰ ταῦτα ζητήσεις τίς ἐστιν ὁ μὴ βουλόμενος »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ« καὶ διὰ τοῦτο ἐναντίον τῆς γερουσίας« ὑπολυόμενος »τὸ ἔν ὑπόδημα« καὶ ἐμπτυόμενος εἰς τὸ πρόσωπον« ὑπὸ τῆς γυναικὸς καὶ ἀναβάσης »ἐπὶ τὴν πύλην« κοὶ λεγούσης · »οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀνασῆςσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ«. ζητηθείη δ’ ἄν ἐν τῷ τόπῳ καἰ τίς ἡ γερουσία καὶ ἡ πύλη ἐφ’ ἥν ἀναβαίωει »ἡ γυνὴ« λέγουσα τὰ γεγραμμένα. ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ ἢ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, πᾶς ὁ μὴ πάντη ἀσύνετος ὁμολογήσαι ἄν · εἰ δὲ εὑρίσκομεν ἡμεῖς τὸ τοῦ νόμου τούτου σεμνὸν καὶ αἰδέσιμον ἢ μή, πρῶτον μὲν ὁ θεὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ ὁ κατὰ τὴν γραφὴν ὀνομαζόμενος δόκιμος τραπεζίτης καὶ εἰδὸ)ς »πάντα« δοκιμάζειν τὸ μὲν »καλὸν« κατέχειν, ἀπέχεσθαι δὲ παντὸς εἴδους πονηροῦ«. φέρε οὖν τό προκείμενον πρόβλημα νομικὸν διηγήσασθαι θέλοντες, ἐπικαλσάμενοι τὸν εἰπόντα · »φυέγξομαι προβλήματα ἀπ’ ἀρχῆς«, εἴπωμεν »καλὸν« μέν εἰ <κατέχομεν> τὰ ὑπ’ αὐτοῦ διδόμενα, εἰ δέ μή γε τὰ ὑποπίπιοντα ἡμῖν εἰς τὸν τόπον · κρινεῖ δέ ὁ ἐντυγχάνων τοῖς λεχθησομένος. Δοκεῖ δή μοι κατὰ μίαν διήγησιν γυνὴ εἶναι ἡ τοῦ ἀυθρώπου ψυχη, γαμουμενη προτερον μὲν τῳ τοῦ νόμου γράμματι καὶ μὴ τεκνοῦσα ἐξ αὐτοῦ, δεύτερον δὲ τῷ πνευματικῷ νόμῳ καὶ ἀπὸ τούτου καρποφορῦσα καὶ γεννῶνσα καὶ μὴ ἀφισταμένη ἐν τῷ γεγεννημένῳ τῆς Πρὸς τὸν ἀποθανόντα αὐτῇ νόμον γράμματος τιμῆς. καὶ τάχα ἑκάστη ἡ ἐσομένη μακαρία ψυχὴ καὶ τροπικῶς <λεγομένη> γυνὴ πάντως πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄσκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν’ αὐτὴ τοῦ σεμνοτέρου καὶ τεκνοποιοῦ ἐπιτύχῃ γόμου, ὅτε »σωθήσεται διὰ τῆς τεκνογονίς«, ἐπὰν τὰ τέκνα μείνῃ ἐν πίστει καὶ ἀγάπῃ κοὶ ἁγιασμῷ μετὰ σωφροσύνης«, νης«, οὐ σωθησομένη πρὸ τῆς τεκνογονίας ἢ χωρὶς αὐτῆς. τέκνα δὲ τῆς γυναικὸς ταύτης ψυχῆς ψυχῆς ἀπὸ τοῦ δευτέρου ἀνδρός, τοῦ πνεευματικοῦ νόμου, τὰ κατ’ αὐτόν ἐστιν ἔργα. ἀδελφοὶ δὴ <δύο> καὶ μιᾶς διανοίας γεννώμενοι οἱ νόμοι ***,οἵτινες ἀεὶ κατοικοῦσιν »ἐπὶ τὸ αὐτό«· οὐ γὰρ κεχώρισται ὁ οἶκος αὐτῶν ἀπ’ ἀλλήλων, ἀλλ’ »ἀδελφοί« εἰσι κοὶ ἀμφότεραι αἱ ἐκδοχαὶ ὡς ἐν οἴκῳ ἑνὶ τῷ περιέχοντι αὐτοὺς γράμματι. καὶ ὅρα εἰ μὴ τοῦτο δηλοῦσθαι δύναται ἐκ τοῦ »ἄν δέ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τό αὐτό«. εἶτα ἑξῆς ἐστι · κοὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ᾖ αὐτῷ«, ἅ κατὰ δύναμιν διηγησάμην. ἴδωμεν δέ καὶ τὸ οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι«, καὶ τίς μὲν γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ. ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμβάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, ἐΜ πάντη γίνεσθαι τοῦ νόμου »ἀνδρὶ μὴ ἐγγίζοντι«, ὅτε παραδέχεται λόγον αὐτὸν <μὴ> ***τῇ ἐκδοχῇ τοῦ γράμματος, ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, αἷς καὶ ἡ ἐγδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ <ἀεὶ> »ἐπὶ τὸ αὐτὰ« ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευματικῷ νόμῳ̣, ἀλλά τινι »ἔξω« ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς»ἐγγίζοντι«κοινωνῆσαι). ἑτέραν δὲ ψυχὴν 〈γυναῖγα εἶναι τὴν〉 κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην »ἔξω« γενέσθαι καὶ »ἀνδρὶ μὴ ἐγγίζοντι«, ἀλλὰ γαμουμένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότοσ καὶ »ἐπὶ τὸ αὐτὸ« αὐτῷ οἰκήσαντι, ὅτε »ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσερχεται πρὸς αὐτὴν« καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει »αὐτὴν ἑαυτῷ εἰς γυναῖκα« καὶ συνοικεῖ αὐτῆ τῇ ψυχῇ ἐπὶ μακα- ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ. »τὸ δὲ παιδίον ὃ ἐὰν τέκῃ« καὶ γεννήσῃ ἡ συνοικήσασα τῷ δευτέρῳ καὶ πνευματικῷ ἀδελφῷ ψυχὴ γυνή. καθίσταται »ἐκ τοῦ ὀνόματος« τοῦ ἀδελφοῦ αὐτοῦ »τοῦ τετελευτηκότος«, τος«, καὶ γίνεται οὐκ ἐκ τοῦ προτέρου μὲν ὁμώνυμος δὲ τῷ προτέρῳ· ὄνομα γὰρ τῷ γεννήματι ἐκ τοῦ πνευματικοῦ νόμου ἐσιὶ τὸ ὄνομα τοῦ τετελευτηκότος, ἐπεὶ κἀκεῖνος ἐκαλεῖτο νόμος 〈νόμος〉 θεοῦ, καὶ οὐ χρή γε ἐξαλείφεσθαι ἀπὸ τοῦ διορατικοῦ καὶ ἀληθῶς Ἰσραὴλ »τὸ ὄνομα« τοῦ ἀποθανόντος ἀνδρός, κἂν αὐτὸς ἐξαλειφθῇ.