Ancient Greek · ~8 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 28-2
Not analysed yet
Οἶδα δέ καὶ ἄλλην εἰς τὸν τόπον τοιαύτην φερομένην διήγησιν. ὁ μέν ἄρχων τοῦ αἰῶνος τούτου ἐν τροπολογίᾳ καλεῖται Καῖσαρ· ὁ δὲ <πάντων> τῶν αἰώνων ἐν οὐδενὶ συμβόλῳ τυγχάνων θεὸς πανταχοῦ ὀνομάζεται. ἐπεὶ τοίνυν ἔχομέν τινα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. τουτέστι τὰ κατὰ κακίαν, καὶ οὐ πρότερον δυνάμεθα ἀποδιδόναι τὰ τοῦθεοῦ τῷ θεῷ, ἐὰν μὴ ἀποδῶμεν, ἀποθέμενοι πάντα τὰ τῆς κακίας, τῷ Καίσαρι τὰ τοῦ Καίσαρος ,διὰ τοῦτο ὁ σωτὴρ ἐπιδειχθέντος τοῦ νομίσματος καὶ τῆς ἐν αὐτῷ εἰκόνος φησίν· ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῶ θεῶ. κοὶ τοῦτο δέ κατὰ τὸν τόπον σκοπήσωμεν ὅτι, ἐόν ποτε πειραζόμενοι ὑπὸ τῶν ζητούντων ἀφορμάς, προτεινόντων προβλήματά <τινα> οὐχ ἶνα μάθωσιν ἀλλ’ δύναμις ἡμῶν κατηγορήσωστιν, ἀκούωμεν λόγους πειραστικοὺς ἡμῶν, οὔτε πάντη σιωπᾶν ὀφείλομεν οὔτε ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλὰ περιεσκεμμένως καὶ μετὰ περισκέψεως, εἰς τὸ (ὅση δύναμις) ἀφορμὰς »τῶν θελόντων« ἀφορμάς, καὶ διδάσκειν ἀνεπιλήπτως τὰ σῴζοντα τοὺς βουλομένους ἐν τῷ ἀκούειν σῴζεσθαι. δύνανται δέ οἱ μέν Φαρισαῖοι λαμβάνεσθαι εἰς τοὺς διδασκάλους τῶν διαφόρων Ἰουδαϊκῶν παραδόσεων, οἱ δὲ Ἡρωδιανοὶ εἰς τὸν νομιζόμενον παρὰ τοῖς πολλοῖς βασιλικὸν Ἰουδαίων τῶν οὕτως ἁπλούστερον λεγομένων λόγον. ἀφ’ ἑκατέρων οὖν πυνθάνονται τοῦ σωτῆρος τὰ περὶ τοῦ κήνσου. ὁ δὲ αὐτοῖς ἀποκρίνεται, ὡς ἀποδεδώκαμεν· πλὴν ἐπεὶ οὐ μαθεῖν βούλονται ἐκ τοῦ ἐρωτᾶν αὐτόν, ἀλλὰ παγιδεῦσαι ἐν λόγῳ καὶ πειράζειν αὐτόν, διὰ τοῦτο ἀκούσαντες τὰ δοκοῦντα αὐτῷ πρὸς τὸ πύσμα αὐτῶν καὶ θαυμάσαντες, ὅτι μὴ ἔδωκεν αὐτοῖος ἀφορμὰς τοῦ αὐτῷ ἐπιβουλεύειν οὐκ ἔμειναν μέν παρ’ αὐτῷ, ὡς οἱ μαθηταί, οὐδέ ἁπλῶς ἀπῆλθον, ὡς περὶ ἄλλων γέγραπται, ἀφέντες δὲ αὐτὸν ἀπῆλθον. καὶ τοιοῦτοί γέ εἰσιν οἱ ἀφιέντες τὸν λόγον καὶ ἀπιστοῦντες αὐτῷ καὶ ἀπιόντες ἀπ’ αὐτοῦ μετὰ τὸ ἀκοῦσαι αὐτοῦ. καὶ οὐχ ἁμαρτήσει λέγων περὶ τῶν μετὰ τὸ ἀκοῦσαι ἀποστάντων καὶ τοῦ ἀκούειν, ὅτι οἱ τοιοῦτοι ἀφέντες τὸν Ἰησοῦν ἀπῆλθον· ἡμεῖς δὲ ἐροῦμεν τὸ τῆς νύμφης · »ἐκράτησαι αὐτόν, καὶ οὐκ ἀφῆκα αὐτόν«.