Ancient Greek · ~8 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 2
Not analysed yet
Ἐξῆς δέ παρατηρητέον ὅτι μέλλων ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέλαβε τοὺς δώδεκα κατ' ἰδίαν, εἷς δὲ τῶν δώδεκα ἔτι ὁ Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ᾿ ἰδίαν· ἔτι γὰρ γὰρ εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κοτ’ ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων ἃ πείσεται ὁ διδάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· »μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«) · οὔπω γὰρ οἶμοι) βεβλήκει ὁ διάβολος »εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἶνα παραδῷ« τὸν Ἰησοῦν. καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ >Ἰούδας Σίμωνος Ἰσκαριώτου, ὃς καὶ παρέδωκεν αὐτόν«. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων« τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ- μένοις · ἐπείπερ ἐκεῖ μέν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἴλεώς σοι, κυριε· ου μη εσται σοι τουτο«, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομένων σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε »προσλαβόμενος« τὸν Ἰησοῦν »ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν λέγων· ἵλεώς σοι, κύρις· οὐ μὴ ἔσται σοι τοῦτο«, »στραφεὶς« ὁ Ἰησοῦς »εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.