Ancient Greek · ~34 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 32.1
Not analysed yet
Ταῦτα μέν οὖν ἐκ μέρους εἰρήσθω περὶ τοῦ νόμου. θεοῦ δέ ἡμῖν πάλιν ἢ καὶ μᾶλλον χρεία, ἐν Χριστῷ φωτίζοντος τὸν νοῦν ἡμοῖν πρὸς θέαν τῶν ἑξῆς. »ἐὰν γὰρ »μὴ βούληται (φησὶν) ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρεῖ« τὰ ἐπιφερόμενα. καὶ πρῶτόν γε πορατήρει ὅτι, ἐς ὅσον <μὲν> καὶ ἡ γυνὴ ἐποίει τὸ τοῦ νόμου προστεταγμένον, καὶ ὁ ἀνὴρ εἰσιὼν πρὸς αὐτὴν συνῴκει αὐτῇ καὶ ἐτέκνου ἐξ αὐτῆς, ἄνθραπος οὐκ εἴρητο ἀλλὰ »ἀδελφὸς« ἀνδρὸς τῆς γυναικός· ὅτε δέ οὐ βούλεται »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ« καὶ »οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ«, καὶ καλούμενος ὑπὸ τῆς γερουσίας »τῆς πόλεως« λέγει· »οὐ βούλομαι λαβεῖν αὐτὴν« καὶ ἀτιμοῦται ὑπολυόμενος »τὸ ὑπόδημα« καὶ ἐμπτύεται »εἰς τὸ πρόσωπον« ἀπὸ τῆς γυναικὸς καὶ μετονομάζεται, ἶνα »τὸ ὄνομα αὐτοῦ« ᾖ »[ὁ] οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα«, τότε <οὐκέτι ἀδελφὸς ἀλλ’> λέγεται · οἱονεὶ γὰρ διὰ μέν τῆς τηρήσεως τοῦ νόμου ἐλέγετο αὐτῷ τὸ »ἐγὼ εἶπα· θεοί ἐστε <καὶ υἱοὶ> ὑψίστου <πάντες>«· τοῦ τὰ ἐναντία τῷ νόμῳ ποιεῖν οἱονεὶ ἐλέγχεται ὑπὸ τοῦ λόγου φάσκοντος πρὸς αὐτόν· »ὑμεῖς δέ ὡς ἄνθρωποι ἀποθνῄσκετε«. καὶ Πρόσχες εἰ δύνασαι νοῆσαι μετὰ τὸν θάνατον τῆς ἐκδοχῆς τοῦ γράμματος εἶναι ἄλλην <τινὰ> τοῦ νόμου διημαρτημένην καὶ οὐ πνευματικὴν οὐδὲ ἀνεπίληπτον, πλὴν τὴν γένεσιν ἔχουσαν <ἐκ νόμου> ἡμαρτημένην μὲν ἀπὸ δὲ ἀφορμῆς τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀρχομένην, καὶ οὐ βουλομένην »ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ« καὶ τιμῆσαι τὸ ὄνομα τοῦ νόμου. οὐ βούλεται δὲ ἡ τοιαύτη ἐκδοχὴ παραλαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ φυχήν· οὐδέ γὰρ Βέλει καρποφορῆσαι ἐπὶ τῷ δοξάσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἀδελφοῦ. διὸ ἡ γυνὴ οὐ κάτω ἕστηκεν ἡ ἑτοίμη τιμῆσαι τὸν πρότερον ἄνδρα αὐτῆς, ἀλλὰ ἀναβαίνει »ἐπὶ τὴν πύλην« καὶ τὴν εἴσοδον τῆς πόλεως ἑαυτῆς ἔχουσαν καὶ »γερουσιαν«. καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον. Ἐλέγχει οὖν ἡ γυνὴ τὸν μὴ βουλόμενον ἄνδρα καρποφορῆσαι τὸν τοιόνδε λόγον · Λαὶ λέγει· οὐ θέλει ὁ αδελφὸς τοῦ ἀνδρός μου ἀναστῆ- σαι τὸ ὄνομα τοῦ ἀδελφοῦ οὐτοῦ ἐν Ἰσραήλ«. εἶτα »ἡ γερουσία τῆς πόλεως« ἐκείνης ἐξετάζουσα τὸν τοιοῦτον ἄνδρα πυνθάνεται εἰ ἀληθῶς οὐ βούλεται. ἀποκριναμένου δέ ἐκείνου τὸ μὴ βούλεσθαι, προσέρχεται αὕτη πρὸς τὸν μὴ βουληθέντα ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐπὶ τῆς γερουσίας ἐλέγχει αὐτὸν καὶ ἀτιμάζει ὑπολύουσα »τὸ ὑπόδημα αὐτοῦ τὸ ἕν«. καὶ σκόπει ἐν τούτοις διὰ τὸ »λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου« εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ »<οὗ> οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ«, γεγραμμενον εν τῳ κατὰ Λουκᾶν καὶ <ἐν τῷ> κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, μήποτε οὐ ταὐτόν ἐστι τό λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι· οὐ γὰρ ὑπολύσασθαι κελεύεται Μωσῆς ἢ Ἰησοῦς, οὐδὲ Ἰωάννης περὶ τοῦ σωτῆρος ὠνόμασε τὸ ὑπο| <λῦσαι ἀλλὰ τὸ> λῦσαι. οὗτος οὖν ὁ νομῶν οὔτε ἐξ ὅλων ὑπολέλυται οὔτε πάντη τῇ ὑποδέσει κεκόσμηται, ἀλλ᾿ ἐξ ἡμισείας ἑκάτερον ἔχει. διὸ ἐμπτύει »εἰς τὸ πρόσωπον αὐτοῦ« ἡ ἐπὶ τῆς γερουσίας ἐλέγξασα αὐτὸν γυνή · ἐμπτύει γὰρ πᾶσα ψυχὴ τῷ οὐ τεκνοποιοῦντι οὐδὲ καρποφοροῦντι λόγῳ, καὶ διὰ τῆς ἀνατροπῆς ὑπολύει αὐτὸν ἐν οἷς πταίει καὶ »ἀποκριθεῖσα« λέγει ὅτι »οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αυτου«. καὶ πρόσχες Πόλιν ἐνταῦθα ὅτι δεύτερον τὸ ἄνθρωπος ὠνόμασται ἐπὶ τοῦ ἁμαρτάνονιος, νῦν δ᾿ ἤδη καὶ μὴ οἰκοδομοῦντος »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«. πᾶς οὖν ὁ βλέπων τοῦτον τὸν ἄνθρωπον ὑπολυόμενον ἀπὸ γυναικὸς καὶ ἐμπτυόμενον καὶ ἀκούων αὐτῆς λεγούσης· »οὕτω ποιήσουσι τὸν εἶκον θρώπῳ, ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«, »πάντα πρὸς οἰκοδομὴν« τοῦ ἀδελφοῦ ποιείτω· εἰ γὰρ μὴ οἰκοδομήσαι »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ« 〈νόμου〉, ὑπολυθήσεται »τὸ ἓν ὑπόδημα« καὶ ἐμπτυσθήσεται καὶ »τὸ ὄνομα« παντὸς τοῦ τοιούτου »ἐν Ἰσραὴλ« παρὰ <πᾶσι> τοῖς ὁρῶσι »κληθήσεται οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημο«. Ἰδωμεν δἐ καὶ δευτέραν εἰς τὸν ἐκκείμενον τόπον διήγησιν, καὶ ἔστωσαν δύο νόμοι ἀδελφοί, καθ᾿ οὓς ὁ μὲν τηρήσας τὸν πρότερον οὐκ ἦν »ἄνομος θεοῦ«, ὁ δὲ τὸν δεύτερον φυλάσσων ἐστὶν »ἔννομος Χριστοῦ«. καὶ νόει μοι κατὰ τὴν Χριστοῦ παρουσίαν τεθνηκένοι τὸν πρότερον νόμον, ἄνθρωπον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἐπεὶ μὴ »δεδόξαστοι τὸ δεδοξασμένον ἐν τούτῳ τὸ μέρει« πρότερον »ἕνεκεν τῆς ὑπερβαλλούοης δόξης« τῆς κατὰ τὸ δεύτερον· δεύτερον δὲ νόμον τοῦ Χριστοῦ, ἀδελφὸν ὄντα τοῦ προτέρου καὶ διὰ Μωσέως καὶ υἱὸν τοῦ αὐτοῦ λόγον, ὃς καὶ τὸν πρότερον ἐγέννησε. κατοικούντων οὖν τούτων τῶν δύο ἀδελφῶν ἐπὶ τὸ αὐτὸ« μάλιστα κατὰ τὴν παρουσίαν ἀπέθανεν ὁ εἷς ἐξ αὐτῶν καὶ οὐκ ἦν αὐτῷ σπέρμα. ἀλλὰ ἡ γυνὴ τοῦ τεθνηκότος μετὰ τὸν θάνατον τοῦ προτέρου ἀνδρός, ἡ ὑπὸ νόμον φυχή, οὐ γίνεται »ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι«· ἐγγίζει γὰρ ἀνήρ, ὁ τοῦ εὐαγγελίου νόμος, ὡς ἀδελφὸς τοῦ ἀνδρὸς τεθνηκότος τῷ προτέρῳ νόμῳ, καὶ εἰσέρχεται πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ. οἷον ὡς ἐπὶ παραδείγματος ἰδέ μοι τὴν Παύλου ψυχὴν »ὑπὸ νόμον«, εἶτα διὰ Χριστὸν ἐξαγοράσαντα αὐτὸν ἀπὸ τοῦ νόμου γενομένην ὑπὸ τὸ εὐαγγέλιον. καὶ ὅρα εἰ μὴ ἀπέθανεν ὁ ἀνὴρ τῆς Παύλου φυχῆς, καὶ οὐδὲν ἧττον ἀποθανόντος ἐκείνου ἡ γυνὴ τοῦ τεθνηκότος οὐ γέγονεν »ἔξω«, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οὐδέ »ἀνδρὶ μὴ ἐγγίζοντι«. ὁ γὰρ »ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς« εἰσῆλθε πρὸς αὐτὴν καὶ ἔλαβεν »αὐτὴν ἑαυτῷ εἰς γυναῖκα« καὶ συνῴκησεν αὐτῇ, καὶ γέγονεν ὁ καρπὸς καὶ τὸ γέννημα κοὶ τὸ παιδίον« καὶ τὸ τεχθέν ἐκ τοῦ ὀνόματος τοῦ τετε- λευτηκότος«. κατὰ γὰρ τὸν πνευματικὸν νόμον τὸ εὐαγγέλιον ὀνομάζει πάντα, καὶ οὐκ ἐξήλειπται τὸ ὄνομα τοῦ τετελευτηκότος, ὅτε ἐλήλυθεν ὁ νόμος τοῦ εὐαγγελίου· παρὰ γὰρ τῷ ἀληθινῷ Ἰσραὴλ τηρεῖται καὶ τὸ ὄνομα τοῦ προτέρου. τίς δέ μετὰ ταῦτα ὁ μὴ βουλόμενος ἄνθρωπος »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ« ἢ ὁ ἐν ταῖς αἱρέσεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν φυχὴν τὸν Πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀνδρὸς παραδέξασθαι; καθ’ οὗ ἀναβαίνει ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ »ἐπὶ τὴν πύλην«, περὶ ἧς λέλεκται τὸ »αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῆ« καὶ ἀναβαίνει »ἐπὶ τὴν γερουσίαν« καὶ διαμαρτύρεται περὶ τοῦ μὴ βου- λομένου »ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ ἐν Ἰσραὴλ« μηδέ τιμῆσαι τὸν τοῦ θεοῦ διὰ Μωσέως νόμον. ἐπὰν οὖν »ἡ γερουσία« πύθηται τοῦ τοιούτου ἀνθρώπου εἰ ἀληθῆ περὶ αὐτοῦ λέγει ἡ γυνὴ καὶ οὐ βούλεται ἐξαναστήσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχεται »ἡ γυνὴ« τοῦ τεθνηκότος »ἐναντίον τῆς γερουσίας« κοὶ ὑπολύει τὸ ὑπόδημα τὸ ἔν ἀπὸ τοῦ ποδὸς αὐτοῦ«, ἵνα κἂν ᾖ ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένος τε ᾖ τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐδὲ ἀληθῶς τὸ Χριστοῦ φορῶν ὄνομα. ἐμπτύει δέ κοὶ »εἰς τὸ πρόσωπον« τοῦ τοιούτου ἡ γυνὴ καὶ ὀνειδίζει ὡς ἀνθρώπῶ αὐτῷ, καὶ οὐ βουληθέντι θεοποιηθῆναι ἐκ τοῦ καρποφορῆσαι· καί φησιν οὕτω παντὶ ἔσεσθαι τῷ μὴ οἰκοδομήσαντι »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«, τοῦ εὐαγγελικοῦ λόγου, ὃς νομικός ἐστι καὶ προφητικός. καὶ ἄΠο ὄνομα οὐχ ἕξει ὁ μὴ οἰκοδομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις ἢ τοῦτο ὅτι »οἶκός« ἐστιν οὗτος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα«. πᾶς οὖν ὁ ἐν αἱρέσεσι, πάλιστα τοῖς διακοπτούσαις τὴν θεότητα καὶ τὸν νόμον ἀπὸ τοῦ εὐαγγελίου χωριζούσαις, καλινδούμενος »οἰκός« ἐστι »τοῦ ὑπολυθέντος ὑπόδημα«, ἐμπτυόμενος »εἰς πρόσωπον« κοὶ ὑπολυόμενος »τὸ ἔν ὑπόδημα«. Καὶ τρίτην δέ τοιαύτην ὑπόνοιαν εἰς τὸν τόπον ἐξεδεξάμεθα, ἣν διὰ βραχέων ἐροῦμεν. γυνὴ μέν ἡ σοφία εἴρηται διὰ τὸ »ταύτην ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ«, <ἣν> καὶ ἐρᾶν δεῖ κατὰ τὸν εἰπόντα Σολομῶνα· »'εράσθητι αὐτῆς, καὶ τηρήσει σε«, ἀνὴρ δέ αὐτῆς ὁ σοφός. ἐὰν οὖν ὁ σοφὸς μὴ γεννήσας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, ὁ κατοικήσας μετ’ αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀναπαυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας ὁ κλέος περιποιήσων τῷ ἀπαλλαγέντι τῆς συμβιώσεως <τῷ> τὸν παραστῆσαι. εἰ δὲ μὴ βούλοιτο πρεσβεῦσαι ὁ καταλειπόμενος ἀδελφὸς τῶν λόγων, ἀτιμασθήσεται ὑπὸ τῆς σοφίας ἐξ ἡμισείας αὐτὸν ὑπολυούσης· οὔτε γὰρ οὐχ ὑπολυθήσεται ὁ τοιοῦτος οὔτε τελείως ὑπολυθήσεται. εἰς δὲ κατασκευὴν τοῦ τὸν νόμον ἄνδρα λέγεσθαι κατὰ τὴν γραφὴν γυναικὸς τῆς φυχῆς, παραθησόμεθα τὰ ἀπὸ τῆς πρὸς Ῥωμαίους οὕτως ἔχοντα· »ἢ ἀγνοεῖτε, αδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ; «καὶ τὰ ἐξῆς γενομένην ἀνδρὶ ἑτέρῳ«. si fuerit cuni altero «. εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον του<τὶ> τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς.